Stari zavet
A car David ostarje i bi vremenit, i koliko ga pokrivahu haljinama ne mogaše se zagrijati.
ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.
Tada mu rekoše sluge njegove: neka potraže caru gospodaru našemu mladu djevojku, pa ona neka stoji pred carem i dvori ga, i na krilu neka mu spava, da se zagrijeva car gospodar naš.
καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς.
I potražiše lijepu djevojku po svijem krajevima Izrailjskim, i nađoše Avisagu Sunamku, te je dovedoše caru.
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραὴλ καὶ εὗρον τὴν Ἀβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
A ta djevojka bijaše vrlo lijepa, i dvoraše cara i služaše mu: ali je car ne pozna.
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
A Adonija sin Agitin podiže se govoreći: ja ću biti car. I nabavi sebi kola i konjika, i pedeset ljudi koji trčahu pred njim.
Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῃ£ρετο λέγων· ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
I otac ga nigda ne nakara, niti mu reče: zašto radiš tako? A on bješe vrlo lijep, i mati ga rodi iza Avesaloma.
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων· διατὶ σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ.
I dogovaraše se s Joavom sinom Serujinim i s Avijatarom sveštenikom, koji pomagahu Adoniji.
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου·
Ali Sadok sveštenik i Venaja sin Jodajev i Natan prorok i Semej i Rej i junaci Davidovi ne pristaše za Adonijom.
καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδαὲ καὶ Νάθαν ὁ προφήτης καὶ Σεμεΐ καὶ Ρησὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνίου.
Tada nakla Adonija ovaca i volova i ugojene stoke kod kamena Zoeleta, koji je kod izvora Rogila, i pozva svu braću svoju, sinove careve, i sve ljude od Jude, sluge careve;
καὶ ἐθυσίασεν Ἀδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας παρὰ τὸν λίθον τοῦ Ζωελεθί, ὃς ἦν ἐχόμενα τῆς Ρωγήλ, καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ἰούδα παῖδας τοῦ βασιλέως·
Ali ne pozva Natana proroka, ni Venaje, ni ostalijeh junaka, ni Solomuna brata svojega.
καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατούς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσε.
Tada reče Natan Vitsaveji materi Solomunovoj govoreći: jesi li čula da se zacario Adonija sin Agitin? a gospodar naš David ne zna.
Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων· οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγίθ; καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω.
Nego sada hajde, ja ću te svjetovati kako ćeš izbaviti dušu svoju i dušu sina svojega Solomuna.
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών.
Hajde, otidi k caru Davidu i reci mu: nijesi li se ti, gospodaru moj care, zakleo sluškinji svojoj govoreći: Solomun sin tvoj biće car poslije mene, i on će sjedjeti na prijestolu mojem? Zašto se dakle zacari Adonija?
δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα· οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας;
I gle, dok ti još budeš ondje govoreći s carem, ja ću doći za tobom, i dopuniću tvoje riječi.
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
I tako uđe Vitsaveja k caru u klijet. A car bijaše vrlo star; i Avisaga Sunamka dvoraše ga.
καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμιεῖον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβισὰγ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
I savivši se Vitsaveja pokloni se caru; a car joj reče: šta ćeš?
καὶ ἔκυψε Βηρσαβεὲ καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς· τί ἔστι σοι;
A ona mu reče: gospodaru moj, ti si se zakleo Gospodom Bogom svojim sluškinji svojoj: Solomun sin tvoj biće car poslije mene, i on će sjedjeti na prijestolu mojem.
ἡ δὲ εἶπε· κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου λέγων· ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου.
A sada evo Adonija se zacari, a ti, gospodaru moj care, i ne znaš.
καὶ νῦν ἰδοὺ Ἀδωνίας ἐβασίλευσε, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
Naklao je volova i ugojene stoke i ovaca mnogo, i pozvao sve sinove careve, i Avijatara sveštenika i Joava vojvodu; a Solomuna sluge tvojega nije pozvao.
καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιάθαρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε.
Sada, care gospodaru moj, oči su svega Izrailja uprte u tebe, da im kažeš ko će sjesti na prijesto tvoj, gospodaru moj care, poslije tebe.
καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρός σε. ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν.
Inače kad gospodar moj car počine kod otaca svojih, bićemo ja i sin moj Solomun krivi.
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱὸς μου ἁμαρτωλοί.
I gle, dok ona još govoraše caru, dođe prorok Natan.
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν ὁ προφήτης ἦλθε.
I javiše caru govoreći: evo Natana proroka. I on stupivši pred cara pokloni se caru licem do zemlje.
καὶ ἀνηγγέλη τῷ βασιλεῖ· ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
I reče Natan: care, gospodaru moj, jesi li ti kazao: Adonija će biti car poslije mene, i on će sjedjeti na prijestolu mojem?
καὶ εἶπε Νάθαν· κύριέ μου βασιλεῦ, σὺ εἶπας Ἀδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;
Jer otide danas i nakla volova i ugojene stoke i ovaca mnogo, i pozva sve sinove careve i vojvode i Avijatara sveštenika; i eno jedu i piju s njim i govore: da živi car Adonija.
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιάθαρ τὸν ἱερέα, καὶ ἰδοὺ εἰσὶν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεὺς Ἀδωνίας.
Mene pak, sluge tvojega, ne pozva, ni Sadoka sveštenika, ni Venaje sina Jodajeva, ni Solomuna sluge tvojega.
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
Je li to car gospodar moj naredio? ne kazav sluzi svojemu ko će sjesti na prijesto gospodara mojega cara poslije njega.
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ρῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν;
A car David odgovori i reče: zovite mi Vitsaveju. I ona dođe pred cara, i stade pred carem.
καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ καὶ εἶπε· καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Tada se zakle car govoreći: tako da je živ Gospod, koji je izbavio dušu moju od svake nevolje,
καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπε· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
Kako sam ti se zakleo Gospodom Bogom Izrailjevim rekavši: Solomun sin tvoj biće car poslije mene, i on će sjedjeti na prijestolu mojem mjesto mene, tako ću učiniti danas.
ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
Tada Vitsaveja savi se licem do zemlje i pokloni se caru, pa reče: da živi gospodar moj car David dovijeka!
καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησε τῷ βασιλεῖ καὶ εἶπε· ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα.
Potom reče car David: zovite mi Sadoka sveštenika i Natana proroka i Venaju sina Jodajeva. I oni dođoše pred cara.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ· καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως,
A car im reče: uzmite sa sobom sluge gospodara svojega, i posadite Solomuna sina mojega na moju mazgu i odvedite ga do Giona;
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς· λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιών,
I neka ga ondje Sadok sveštenik i Natan prorok pomažu za cara nad Izrailjem, i zatrubite u trubu i recite: da živi car Solomun!
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών.
Potom se vratite za njim, i on neka dođe i sjede na prijesto moj i caruje mjesto mene; jer sam njega odredio da bude vođ Izrailju i Judi.
καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰούδαν.
A Venaja sin Jodajev odgovori caru i reče: amin! neka tako reče Gospod Bog gospodara mojega cara.
καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδαὲ τῷ βασιλεῖ καὶ εἶπε· γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως.
Kako je Gospod bio s gospodarem mojim carem tako neka bude i sa Solomunom, i neka podigne prijesto njegov još više nego prijesto gospodara mojega cara Davida.
καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ.
I tako otide Sadok sveštenik i Natan prorok i Venaja sin Jodajev i Hereteji i Feleteji, i posadiše Solomuna na mazgu cara Davida i odvedoše ga do Giona.
καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ Βαναίας υἱὸς Ἰωδαὲ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών.
I Sadok sveštenik uze rog s uljem iz šatora, i pomaza Solomuna. Potom zatrubiše u trubu i sav narod reče: da živi car Solomun!
καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισε τὸν Σαλωμὼν καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπε πᾶς ὁ λαός· ζήτω ὁ βασιλεὺς Σαλωμών.
I sav narod pođe za njim, i narod sviraše u svirale i veseljaše se veoma da se zemlja razlijegaše od vike njihove.
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.
I začu Adonija i sve zvanice koje bijahu s njim, pošto jedoše; začu i Joav glas trubni, pa reče: kaka je to vika i vreva u gradu?
Καὶ ἤκουσεν Ἀδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπε· τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;
I dokle on još govoraše, gle, dođe Jonatan sin Avijatara sveštenika; i Adonija mu reče: hodi, jer si junak i nosiš dobre glase.
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωνάθαν υἱὸς Ἀβιάθαρ τοῦ ἱερέως εἰσῆλθε, καὶ εἶπεν Ἀδωνίας· εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.
A Jonatan odgovori i reče Adoniji: ta, gospodar naš car David postavi Solomuna carem.
καὶ ἀπεκρίθη Ἰωνάθαν καὶ εἶπε· καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμών·
Jer car posla s njim Sadoka sveštenika i Natana proroka i Venaju sina Jodajeva, i Hereteje i Feleteje, i posadiše ga na carevu mazgu.
καὶ ἀπέστειλε μετ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν τὸν υἱὸν Ἰωδαὲ καὶ τὸν Χερεθὶ καὶ τὸν Φελεθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
I pomazaše ga Sadok sveštenik i Natan prorok kod Giona za cara, i otidoše odande veseleći se tako da je grad uzavreo; to je vika koju čuste.
καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε.
I Solomun je već sjeo na carski prijesto.
καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,
I došle su sluge careve, i blagosloviše gospodara našega cara Davida govoreći: da Bog proslavi ime Solomunovo još većma nego tvoje, i prijesto njegov da podigne još više nego tvoj. I pokloni se car na postelji svojoj.
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες· ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην,
Još ovako reče car: da je blagosloven Gospod Bog Izrailjev, koji dade danas ko će sjedjeti na prijestolu mojemu, da vide moje oči.
καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.
Tada se prepadoše, i ustaše sve zvanice Adonijine, i otidoše svak svojim putem.
Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ Ἀδωνίου καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ.
A Adonija bojeći se Solomuna usta i otide, i uhvati se za rogove oltaru.
καὶ Ἀδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.
I javiše Solomunu govoreći: eno, Adonija se uplašio od cara Solomuna, i eno ga, uhvatio se za rogove oltaru, i veli: neka mi se zakune car Solomun da neće ubiti sluge svojega mačem.
καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες· ἰδοὺ Ἀδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων· ὀμοσάτω μοι σήμερον Σαλωμών, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ρομφαίᾳ.
A Solomun reče: ako bude pošten čovjek, ni dlaka s glave njegove neće pasti na zemlju; ali ako se nađe zlo na njemu, poginuće.
καὶ εἶπε Σαλωμών· ἐὰν γένηται εἰς υἱὸν δυνάμεων, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.
I tako posla car Solomun, te ga dovedoše od oltara; i kad dođe, pokloni se caru Solomunu; a Solomun mu reče: idi kući svojoj.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών· δεῦρο εἰς τὸν οἶκόν σου.