Stari zavet
I prođoše tri godine bez rata između Siraca i Izrailjaca.
ΚΑΙ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ἰσραήλ.
A treće godine dođe Josafat car Judin k caru Izrailjevu.
καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ.
I reče car Izrailjev slugama svojim: ne znate li da je naš Ramot u Galadu? a mi ne radimo da ga uzmemo iz ruku cara Sirskoga.
καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;
I reče Josafatu: hoćeš li ići sa mnom na vojsku na Ramot Galadski? A Josafat reče caru Izrailjevu: ja kao ti, narod moj kao tvoj narod, konji moji kao tvoji konji.
καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· ἀναβήσῃ μεθ᾿ ἡμῶν εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον;
Još reče Josafat caru Izrailjevu: upitaj danas šta će Gospod reći.
καὶ εἶπεν Ἰωσαφάτ· καθὼς ἐγὼ καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ· ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον.
Tada car Izrailjev sabra oko četiri stotine proroka, i reče im: hoću li ići na vojsku na Ramot Galadski ili ću se okaniti? A oni rekoše: idi, jer će ga Gospod dati u ruke caru.
καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· εἰ πορευθῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον· ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
A Josafat reče: ima li tu još koji prorok Gospodnji da ga pitamo?
καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπερωτήσομεν τὸν Κύριον δι᾿ αὐτοῦ;
A car Izrailjev reče Josafatu: ima još jedan čovjek, preko kojega bismo mogli upitati Gospoda; ali ja mrzim na nj, jer mi ne proriče dobra nego zlo; to je Miheja sin Jemlin. A Josafat reče: neka car ne govori tako.
καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δι᾿ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾿ ἢ κακά, Μιχαίας υἱὸς Ἰεμβλαά. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα· μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.
Tada car Izrailjev dozva jednoga dvoranina, i reče mu: brže dovedi Miheju sina Jemlina.
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα καὶ εἶπε· τὸ τάχος Μιχαίαν υἱὸν Ἰεμβλαά.
A car Izrailjev i Josafat car Judin sjeđahu svaki na svojem prijestolu obučeni u carske haljine na poljani kod vrata Samarijskih, i svi proroci prorokovahu pred njima.
καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.
I Sedekija sin Hananin načini sebi gvozdene rogove, i reče: ovako veli Gospod: ovijem ćeš pobosti Sirce dokle ih ne istrijebiš.
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανανὰ κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ.
Tako i svi proroci prorokovahu govoreći: idi na Ramot Galadski, i bićeš srećan, jer će ga Gospod dati caru u ruke.
καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες· ἀνάβαινε εἰς Ρεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
A poslanik koji otide da dozove Miheju reče mu govoreći: evo, proroci proriču svi jednijem glasom dobro caru; neka i tvoja riječ bude kao riječ njihova, govori dobro.
καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.
A Miheja reče: tako da je živ Gospod, govoriću ono što mi Gospod kaže.
καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω.
I kad dođe k caru, reče mu car: Miheja! hoćemo li ići na vojsku na Ramot Galadski ili ćemo se okaniti? A on mu reče: idi, bićeš srećan, jer će ga Gospod dati caru u ruke.
καὶ ἦλθε πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ ἀναβῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
A car mu reče: koliko ću te puta zaklinjati da mi ne govoriš nego istinu u ime Gospodnje?
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου;
Tada reče: vidjeh sav narod Izrailjev razasut po planinama kao ovce koje nemaju pastira; jer reče Gospod: ovi nemaju gospodara; neka se vrate svak svojoj kući s mirom.
καὶ εἶπε Μιχαίας· οὐχ οὕτως. ἑώρακα πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω.
Tada reče car Izrailjev Josafatu: nijesam li ti rekao da mi neće prorokovati dobra nego zlo?
καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα· οὐκ εἶπα πρός σε ὅτι οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾿ ἢ κακά;
A Miheja mu reče: zato čuj riječ Gospodnju; vidjeh Gospoda gdje sjedi na prijestolu svojem, a sva vojska nebeska stajaše mu s desne i s lijeve strane.
καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων.
I reče Gospod: ko će prevariti Ahava da otide i padne kod Ramota Galadskoga? I jedan reče ovo a drugi ono.
καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.
Tada izide jedan duh i stavši pred Gospoda reče: ja ću ga prevariti. A Gospod mu reče: kako?
καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν.
Odgovori: izaći ću i biću lažljiv duh u ustima svijeh proroka njegovijeh. A Gospod mu reče: prevarićeš ga i nadvladaćeš, idi i učini tako.
καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως.
Zato sada eto, Gospod je metnuo lažljiv duh u usta svijem tvojim prorocima, a Gospod je izrekao zlo po te.
καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
Tada pristupi Sedekija sin Hananin, i udari Miheju po obrazu govoreći: kuda je otišao duh Gospodnji od mene da govori s tobom?
καὶ προσῆλθε Σεδεκίας υἱὸς Χανανὰ καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπε· ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί;
A Miheja mu reče: eto, vidjećeš u onaj dan kad otideš u najtajniju klijet da se sakriješ.
καὶ εἶπε Μιχαίας· ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι ἐκεῖ.
Tada car Izrailjev reče: uhvati Miheju i odvedi ga k Amonu zapovjedniku gradskom i k Joasu sinu carevu;
καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως
I reci im: ovako veli car: metnite ovoga u tamnicu, i dajite mu po malo hljeba i po malo vode dokle se ne vratim u miru.
εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
A Miheja reče: ako se vratiš u miru, nije Gospod govorio preko mene. Još reče: čujte, svi narodi!
καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.
I otide car Izrailjev s Josafatom carem Judinijem na Ramot Galadski.
καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα μετ᾿ αὐτοῦ εἰς Ρεμμὰθ Γαλαάδ.
I reče car Izrailjev Josafatu: ja ću se preobući kad pođem u boj; a ti obuci svoje odijelo. I preobuče se car Izrailjev i otide u boj.
καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα· συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
A car Sirski zapovjedi vojvodama, kojih bijahu trideset i dvije nad kolima njegovijem, i reče: ne udarajte ni na maloga ni na velikoga, nego na samoga cara Izrailjeva.
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ λέγων· μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον.
I kad vojvode od kola vidješe Josafata, rekoše: zacijelo je car Izrailjev. I okrenuše se na nj da udare; ali Josafat povika.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπαν· φαίνεται βασιλεὺς Ἰσραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ἰωσαφάτ.
A vojvode od kola vidješe da nije car Izrailjev, te otstupiše od njega.
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀνέστρεψαν ἀπ᾿ αὐτοῦ.
A jedan zastrijeli iz luka nagonom, i ustrijeli cara Izrailjeva gdje spuča oklop. A on reče svojemu vozaču: savij rukom svojom i izvezi me iz boja, jer sam ranjen.
καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ· ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
I boj bi žestok onoga dana; a car zaosta na kolima svojim prema Sircima, pa umrije uveče, i krv iz rane njegove tecijaše u kola.
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωΐ ἕως ἑσπέρας καὶ ἐπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
I prođe glasnik po vojsci o zahodu sunčanom govoreći: svak u svoj grad, i svak u svoju zemlju.
καὶ ἔστη ὁ στρατοκήρυξ δύοντος τοῦ ἡλίου λέγων· ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,
Tako umrije car, i odnesoše ga u Samariju; i pogreboše cara u Samariji.
ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
A kad prahu kola na jezeru Samarijskom, lizaše psi krv njegovu, tako i kad prahu oružje njegovo, po riječi koju reče Gospod.
καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε.
A ostala djela Ahavova i sve što je učinio, i za kuću od slonove kosti koju je sagradio, i za sve gradove što je sagradio, nije li to zapisano u dnevniku careva Izrailjevijeh?
καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα, ἃ ἐποίησε, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
Tako počinu Ahav kod otaca svojih, i na njegovo se mjesto zacari Ohozija sin njegov.
καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
A Josafat sin Asin zacari se nad Judom četvrte godine carovanja Ahavova nad Izrailjem;
Καὶ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰούδαν· ἐν ἔτει τετάρτῳ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ἰωσαφάτ.
I imaše Josafat trideset i pet godina kad poče carovati, i carova dvadeset i pet godina u Jerusalimu. A materi mu bješe ime Azuva kći Silejeva.
υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλαΐ.
I hođaše putem Ase oca svojega sasvijem, i ne otstupi od njega čineći sve što je pravo pred Gospodom.
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου·
Ali visina ne oboriše; narod još prinošaše žrtve i kađaše na visinama.
πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
I učini mir Josafat s carem Izrailjevijem.
καὶ εἰρήνευσεν Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραήλ.
A ostala djela Josafatova i junaštva što učini i kako vojeva, nije li to zapisano u dnevniku careva Judinijeh?
καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰτ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰούδα; [47 Καὶ περισσὸν τοῦ ἐνδιηλλαγμένου, ὃ ὑπελείφθη ἐν ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, ἐπέλεξεν ἀπὸ τῆς γῆς.
On istrijebi iz zemlje svoje ostatak adžuvana, koji bijahu ostali za života Ase oca njegova.
U to vrijeme ne bijaše cara u Idumeji, nego bijaše namjesnik carev.
I Josafat načini lađe Tarsiske da idu u Ofir po zlato; ali ne otidoše; jer se lađe razbiše u Esion-Gaveru.
Tada reče Ohozija sin Ahavov Josafatu: neka idu moje sluge s tvojim slugama na lađama. Ali Josafat ne htje.
I počinu Josafat kod otaca svojih, i pogreboše ga kod otaca njegovijeh u gradu Davida oca njegova; a na njegovo se mjesto zacari Joram sin njegov.
καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Ohozija sin Ahavov zacari se nad Izrailjem u Samariji sedamnaeste godine carovanja Josafatova nad Judom; i carova nad Izrailjem dvije godine.
Καὶ Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.
I činjaše što je zlo pred Gospodom, i hođaše putem oca svojega i putem matere svoje i putem Jerovoama sina Navatova, koji navede na grijeh Izrailja.
καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
I služaše Valu i klanjaše mu se, i gnjevljaše Gospoda Boga Izrailjeva sasvijem kako je činio otac njegov.