1. Dnevnika 14

Stari zavet

1

A Hiram car Tirski posla poslanike k Davidu i drva kedrovijeh i zidara i drvodjelja da mu sagrade kuću.

ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

0
2

I razumje David da ga je Gospod utvrdio za cara nad Izrailjem i da se carstvo njegovo podiže visoko radi naroda njegova Izrailja.

καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

0
3

I David uze jošte žena u Jerusalimu i izrodi još sinova i kćeri.

Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

0
4

I ovo su imena onijeh koji mu se rodiše u Jerusalimu: Samuja i Sovav, Natan i Solomun,

καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν

0
5

I Jevar i Elisuja i Elfalet,

καὶ Ἰβαὰρ καὶ Ἐλισαὲ καὶ Ἐλιφαλὲτ

0
6

I Noga i Nefeg i Jafija,

καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ Ἰαφιὲ

0
7

I Elisama i Velijada i Elifalet.

καὶ Ἐλισαμαὲ καὶ Ἐλιαδὲ καὶ Ἐλιφαλέτ.

0
8

A Filisteji čuvši da je David pomazan za cara nad svijem Izrailjem, izidoše svi Filisteji da traže Davida; a David čuvši to izide pred njih.

Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

0
9

I Filisteji došavši raširiše se po dolini Rafajskoj.

καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

0
10

Tada David upita Gospoda govoreći: hoću li izaći na Filisteje? i hoćeš li ih dati u moje ruke? A Gospod mu reče: izađi, i daću ih u tvoje ruke.

καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

0
11

Tada otidoše u Val-Ferasim, i pobi ih ondje David, i reče David: prodrije Bog neprijatelje moje mojom rukom, kao što voda prodire. Otuda se prozva mjesto Val-Ferasim.

καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν.

0
12

I ostaviše ondje bogove svoje; a David zapovjedi, te ih spališe ognjem.

καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.

0
13

A Filisteji opet po drugi put raširiše se po onom dolu.

καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

0
14

I David opet upita Boga, a Bog mu reče: ne idi za njima, nego se vrati od njih, pa udari na njih prema dudovima.

καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·

0
15

I kad čuješ da zašušti po vrhovima od dudova, tada izidi u boj; jer će poći Bog pred tobom da pobije vojsku Filistejsku.

καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

0
16

I učini David kako mu zapovjedi Bog, i pobiše vojsku Filistejsku od Gavaona do Gezera.

καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά.

0
17

I razglasi se ime Davidovo po svijem zemljama; i Gospod zadade strah od njega svijem narodima.

καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

0