Stari zavet
Jedan dan reče Jonatan sin Saulov momku svojemu koji mu nošaše oružje: hajde da idemo k straži Filistejskoj koja je na onoj strani. A ocu svojemu ne kaza ništa.
ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.
A Saul stajaše kraj brda pod šipkom, koji bijaše u Migronu; i naroda bješe s njim oko šest stotina ljudi.
καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·
I Ahija sin Ahitova brata Ihavoda sina Finesa sina Ilija sveštenika Gospodnjega u Silomu nošaše oplećak. I narod ne znadijaše da je otišao Jonatan.
καὶ Ἀχιὰ υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν.
A u klancu kojim šćaše Jonatan otići k straži Filistejskoj, bijahu dvije strmene stijene, jedna s jedne strane a druga s druge, i jedna se zvaše Voses a druga Sene.
καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά·
I jedna od njih stajaše sa sjevera prema Mihmasu, a druga s juga prema Gavaji.
ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ.
I Jonatan reče momku koji mu nošaše oružje: hajde da otidemo k straži tijeh neobrezanijeh; može biti da će nam učiniti što Gospod, jer Gospodu ne smeta izbaviti s množinom ili s malinom.
καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
A onaj što mu nošaše oružje odgovori mu: čini što ti je god u srcu, idi, evo ja ću ići s tobom kuda god hoćeš.
καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου.
A Jonatan mu reče: evo, otići ćemo k tijem ljudima, i pokazaćemo im se.
καὶ εἶπεν Ἰωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·
Ako nam reku: čekajte dokle dođemo k vama, tada ćemo se ustaviti na svom mjestu, i nećemo ići k njima.
ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς·
Ako li reku: hodite k nama, tada ćemo otići; jer nam ih Gospod predade u ruke. To će nam biti znak.
ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
I pokazaše se obojica straži Filistejskoj; a Filisteji rekoše: gle, izlaze Jevreji iz rupa u koje su se sakrili.
καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.
I stražari rekoše Jonatanu i momku koji mu nošaše oružje: hodite k nama da vam kažemo nešto. I Jonatan reče onomu što mu nošaše oružje: hajde za mnom, jer ih predade Gospod u ruke Izrailju.
καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.
Tako puzaše Jonatan rukama i nogama, a za njim momak što mu nošaše oružje; i padahu pred Jonatanom, i ubijaše ih za njim onaj što mu nošaše oružje.
καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.
I to bi prvi boj, u kom pobi Jonatan i momak što mu nošaše oružje oko dvadeset ljudi, otprilike na po rala zemlje.
καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου.
I uđe strah u oko u polju i u sav narod; i straža i oni koji bjehu izašli da plijene prepadoše se, i zemlja se uskoleba, jer bješe strah od Boga.
καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.
A straža Saulova u Gavaji Venijaminovoj opazi gdje se mnoštvo uzbunilo i uspropadalo.
καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.
Tada reče Saul narodu koji bijaše s njim: pregledajte i vidite ko je otišao od nas. I kad pregledaše, gle, ne bješe Jonatana i momka njegova koji mu nošaše oružje.
καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.
I reče Saul Ahiji: donesi kovčeg Božji; jer kovčeg Božji bijaše tada kod sinova Izrailjevijeh.
καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.
A dok govoraše Saul svešteniku, zabuna u okolu Filistejskom bivaše sve veća, i Saul reče svešteniku: ostavi.
καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου.
I Saul i sav narod što bješe s njim skupiše se i dođoše do boja, i gle, povadili bjehu mačeve jedan na drugoga, i zabuna bješe vrlo velika.
καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
A bijaše s Filistejima Jevreja kao prije, koji iđahu s njima na vojsku svuda; pa i oni pristaše uz Izrailjce, koji bijahu sa Saulom i Jonatanom.
καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν.
I svi Izrailjci koji se bijahu sakrili u gori Jefremovoj kad čuše da bježe Filisteji, naklopiše se i oni za njima bijući ih.
καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
I izbavi Gospod Izrailja u onaj dan; i boj otide dori do Vet-Avena.
καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ. Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Ἐφραίμ.
I Izrailjci se vrlo umoriše onaj dan; a Saul zakle narod govoreći: da je proklet koji jede što do večera, da se osvetim neprijateljima svojim. I ne okusi narod ništa.
καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα.
I sav narod one zemlje dođe u šumu, gdje bješe mnogo meda po zemlji.
καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,
I kad dođe narod u šumu, vidje med gdje teče; ali niko ne prinese ruke k ustima svojim: jer se narod bojaše zakletve.
καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου.
Ali Jonatan ne ču kad otac njegov zakle narod, te pruži štap koji mu bješe u ruci, i zamoči kraj u sat, i primače ruku svoju k ustima svojim, i zasvijetliše mu se oči.
καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.
A jedan iz naroda progovori i reče: otac je tvoj zakleo narod rekavši: da je proklet ko bi jeo što danas; stoga susta narod.
καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός.
Tada reče Jonatan: smeo je zemlju otac moj; vidite kako mi se zasvijetliše oči, čim okusih malo meda.
καὶ ἔγνω Ἰωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου·
A da je još narod slobodno jeo danas od plijena neprijatelja svojih, koji nađe! ne bi li polom Filistejski bio još veći?
ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.
I tako pobiše onaj dan Filisteje od Mihmasa do Ajalona, i narod se vrlo umori.
καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.
I naklopi se narod na plijen, i nahvataše ovaca i volova i telaca, i poklaše ih na zemlji, i stade narod jesti s krvlju.
καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.
I javiše Saulu govoreći: evo narod griješi Gospodu jedući s krvlju. A on reče: nevjeru učiniste; dovaljajte sada k meni velik kamen.
καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.
Zatijem reče Saul: razidite se među narod i recite: dovedite svaki k meni vola svojega i ovcu svoju; i ovdje zakoljite i jedite, i nećete griješiti Gospodu jedući s krvlju. I donese sav narod, svaki svoga vola svojom rukom one noći, i ondje klaše.
καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ.
I načini Saul oltar Gospodu; to bi prvi oltar koji načini Gospodu.
καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ.
Potom reče Saul: hajdemo za Filistejima noćas, da ih plijenimo do jutra, i da ih ne ostavimo nijednoga. A oni rekoše: čini što ti je god volja. Ali sveštenik reče: da pristupimo ovdje k Bogu.
Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν.
I upita Saul Boga: hoću li ići za Filistejima? hoćeš li ih dati u ruke Izrailju? Ali ne odgovori mu onaj dan.
καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Zato reče Saul: pristupite ovamo svi glavari narodni, i tražite i vidite na kom je grijeh danas.
καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
Jer kako je živ Gospod koji izbavlja Izrailja, ako bude i na Jonatanu sinu mojem, poginuće zaista. I ne odgovori mu niko iz svega naroda.
ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
Potom reče svemu Izrailju: vi budite s jedne strane, a ja i Jonatan sin moj bićemo s druge strane. A narod reče Saulu: čini što ti je drago.
καὶ εἶπε παντὶ ἀνδρὶ Ἰσραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.
Tada reče Saul Gospodu Bogu Izrailjevu: pokaži pravoga. I obliči se Jonatan i Saul, a narod izide prav.
καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε.
I reče Saul: bacite ždrijeb za me i za Jonatana sina mojega. I obliči se Jonatan.
καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν.
Tada reče Saul Jonatanu: kaži mi šta si učinio? I kaza mu Jonatan i reče: samo sam okusio malo meda nakraj štapa koji mi bješe u ruci; evo me; hoću li poginuti?
καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω.
A Saul reče: to neka mi učini Bog i to neka doda, poginućeš, Jonatane!
καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.
Ali narod reče Saulu: zar da pogine Jonatan, koji je učinio ovo spasenje veliko u Izrailju? Bože sačuvaj! Tako živ bio Gospod, neće pasti na zemlju nijedna dlaka s glave njegove. Jer je s pomoću Božjom učinio to danas. I tako izbavi narod Jonatana, te ne pogibe.
καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.
Tada se vrati Saul od Filisteja, a Filisteji otidoše u svoje mjesto.
καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.
I Saul carujući nad Izrailjem ratovaše na sve neprijatelje svoje, na Moavce i na sinove Amonove i na Edomce i na careve Sovske i na Filisteje, i kuda se god obraćaše, nadvlađivaše.
Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Ἀμμὼν καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο.
Skupi također vojsku i pobi Amalika; i izbavi Izrailja iz ruku onijeh koji ga plijenjahu.
καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν Ἀμαλὴκ καὶ ἐξείλατο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
A Saul imaše sinove: Jonatana i Isuja i Melhisuja; a dvjema kćerima njegovijem bjehu imena prvenici Merava a mlađoj Mihala.
καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ἰωνάθαν καὶ Ἰεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ·
A ženi Saulovoj bješe ime Ahinoama kći Ahimasova; a vojvodi njegovu bješe ime Avenir sin Nira strica Saulova.
καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινοὸμ θυγάτηρ Ἀχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ Ἀβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ·
Jer Kis otac Saulov i Nir otac Avenirov bijahu sinovi Avilovi.
καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμὶν υἱοῦ Ἀβιήλ.
I bijaše velik rat s Filistejima svega vijeka Saulova; i koga god viđaše Saul hrabra i junaka, uzimaše ga k sebi.