1. Samuilova 2

Stari zavet

1

I Ana se pomoli i reče: razveseli se srce moje u Gospodu; podiže se rog moj u Gospodu; otvoriše se usta moja na neprijatelje moje, jer sam radosna radi spasenja tvojega.

ΕΣΤΕΡΕΩΘΗ ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.

0
2

Nema svetoga kao što je Gospod; jer nema drugoga osim tebe; i nema stijene kao što je Bog naš.

ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου.

0
3

Ne govorite više ponosito, i neka ne izlaze iz usta vaših riječi ohole; jer je Gospod Bog koji sve zna, i on udešava namjere.

μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.

0
4

Luk junacima slomi se, i iznemogli opasaše se snagom.

τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·

0
5

Koji bijahu siti, naimaju se za hljeb; a koji bijahu gladni, nijesu više; i nerotkinja rodi sedmoro, a koja imaše djece, iznemože.

πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.

0
6

Gospod ubija, i oživljuje; spušta u grob, i izvlači.

Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·

0
7

Gospod siromaši, i bogati; ponižuje, i uzvišuje.

Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.

0
8

Siromaha podiže iz praha, i iz bunjišta uzvišuje ubogoga da ga posadi s knezovima, i daje im da naslijede prijesto slave; jer su Gospodnji temelji zemaljski, i na njima je osnovao vasiljenu.

ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.

0
9

Sačuvaće noge milijeh svojih, a bezbožnici će umuknuti u mraku; jer svojom snagom neće čovjek nadjačati.

διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ,

0
10

Koji se suprote Gospodu, satrće se; na njih će zagrmjeti s neba; Gospod će suditi krajevima zemaljskim, i daće snagu caru svojemu, i uzvisiće rog pomazaniku svojemu.

Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

0
11

Potom otide Elkana u Ramat kući svojoj, a dijete služaše Gospodu pred Ilijem sveštenikom.

Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως.

0
12

A sinovi Ilijevi bijahu nevaljali, i ne znadijahu za Gospoda.

Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος·

0
13

Jer u tijeh sveštenika bješe običaj prema narodu: kad ko prinošaše žrtvu, dolažaše momak sveštenikov dok se kuhaše meso s viljuškama trokrakim u ruci,

καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,

0
14

I zabadaše u sud, ili u kotao, ili u tavu, ili u lonac, i što se god nabode na viljuške uzimaše sveštenik. Tako činjahu svemu Izrailju koji dolažaše u Silom.

καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν· καὶ πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ.

0
15

Tako i prije nego bi zapalili salo, došao bi momak sveštenikov, te bi rekao čovjeku koji prinošaše žrtvu: daj meso da ispečem svešteniku, jer ti neću primiti mesa kuhana, nego sirovo.

καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι· δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος.

0
16

Ako bi mu tada čovjek odgovorio: neka se prvo zapali salo, pa onda uzmi što ti god duša želi; on bi rekao: ne, nego daj sada, ako li ne daš, uzeću silom.

καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς.

0
17

I grijeh onijeh mladića bijaše vrlo velik pred Gospodom, jer ljudi ne marahu za prinos Gospodnji.

καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.

0
18

A Samuilo služaše pred Gospodom još dijete u oplećku lanenom.

καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ,

0
19

A mati mu načini mali plašt i donese mu, i tako činjaše svake godine dolazeći s mužem svojim da prinese žrtvu godišnju.

καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.

0
20

A Ilije blagoslovi Elkanu i ženu njegovu govoreći: Gospod da ti da poroda od te žene za ovoga kojega je dala Gospodu! I otidoše u svoje mjesto.

καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων· ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ,

0
21

I Gospod pohodi Anu, i ona zatrudnje i rodi tri sina i dvije kćeri. A dijete Samuilo rastijaše pred Gospodom.

καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.

0
22

A Ilije bijaše vrlo star, i ču sve što činjahu sinovi njegovi svemu Izrailju, i kako spavahu sa ženama koje dolažahu gomilama na vrata šatora od sastanka.

Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ,

0
23

I govoraše im: zašto to radite? jer čujem zle riječi o vama od svega naroda.

καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου;

0
24

Nemojte, djeco moja; jer nije dobro što čujem; otpađujete narod Gospodnji.

μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ.

0
25

Kad čovjek zgriješi čovjeku, sudiće mu sudija; ali kad ko zgriješi Gospodu, ko će moliti za nj? Ali ne poslušaše oca svojega, jer Gospod šćaše da ih ubije.

ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.

0
26

A dijete Samuilo rastijaše i bijaše mio i Gospodu i ljudima.

καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων.

0
27

Tada dođe čovjek Božji k Iliju, i reče mu: ovako veli Gospod: ne javih li se domu oca tvojega, kad bijahu u Misiru u kući Faraonovoj?

καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ

0
28

I izabrah ga između svijeh plemena Izrailjevijeh sebi za sveštenika da prinosi žrtve na oltaru mojem i da kadi kadom i nosi oplećak preda mnom, i dadoh domu oca tvojega sve žrtve ognjene sinova Izrailjevijeh?

καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν·

0
29

Zašto gazite žrtvu moju i prinos moj, koje sam zapovjedio da se prinose u šatoru? i paziš sinove svoje većma nego mene, da se gojite prvinama svijeh prinosa Izrailja naroda mojega?

ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;

0
30

Zato Gospod Bog Izrailjev kaže: rekao sam doista: dom tvoj i dom oca tvojega služiće preda mnom dovijeka; ali kaže Gospod: neće biti tako, jer one ću poštovati koji mene poštuju, a koji mene preziru, biće prezreni.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.

0
31

Gle, idu dani, kad ću odsjeći tebi ruku i ruku domu oca tvojega, da ne bude starca u domu tvojem.

ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,

0
32

I vidjećeš nevolju u šatoru mjesto svega dobra što je Gospod činio Izrailju; neće biti starca u domu tvojem dovijeka.

καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·

0
33

A koga od tvojih ne istrijebim ispred oltara svojega, onaj će ostati da ti čile oči i da ti se cvijeli duša; i sav podmladak doma tvojega umiraće u najboljim godinama.

καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν.

0
34

I ovo da ti je znak što će doći na oba sina tvoja, na Ofnija i Finesa: u jedan dan poginuće obojica.

καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι.

0
35

A sebi ću podignuti sveštenika vjerna, on će raditi po srcu mojemu i po duši mojoj; i sazidaću mu tvrd dom, i on će hoditi pred pomazanikom mojim vazda.

καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.

0
36

I ko ostane od doma tvojega, doći će da mu se pokloni za srebrn novac i za komad hljeba, i govoriće: primi me u kaku službu svešteničku da imam komad hljeba.

καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων· παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

0