Stari zavet
I što reče Samuilo, zbi se svemu Izrailju. Jer Izrailj izide na vojsku na Filisteje, i stadoše u oko kod Even-Ezera, a Filisteji stadoše u oko u Afeku.
ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ Ἰσραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.
A Filisteji se uvrstaše prema Izrailju, i kad se otvori boj, razbiše Filisteji Izrailja, i izgibe ih u boju u polju oko četiri tisuće ljudi.
καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
I kad narod dođe u oko, rekoše starješine Izrailjeve: zašto nas danas razbi Gospod pred Filistejima? da donesemo iz Siloma kovčeg zavjeta Gospodnjega, da bude među nama i izbavi nas iz ruku neprijatelja naših.
καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ· κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
I narod posla u Silom da donesu odande kovčeg zavjeta Gospoda nad vojskama, koji sjedi na heruvimima; a bijahu ondje kod kovčega zavjeta Gospodnjega dva sina Ilijeva, Ofnije i Fines.
καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.
A kad dođe kovčeg zavjeta Gospodnjega u oko, povika sav Izrailj od radosti da zemlja zaječa.
καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.
A Filisteji čuvši veselu viku rekoše: kakva je to vika vesela u okolu Jevrejskom? I razumješe da je došao kovčeg Gospodnji u oko njihov.
καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι· τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.
I uplašiše se Filisteji kad rekoše: Bog je došao u oko. I govorahu: teško nama! jer to nije bivalo prije.
καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον· οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην.
Teško nama! ko će nas izbaviti iz ruku tijeh silnijeh bogova? to su bogovi što pobiše Misirce u pustinji svakojakim mukama.
οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.
Ohrabrite se, i budite ljudi, o Filisteji! da ne služite Jevrejima kao što su oni vama služili; budite ljudi, i udrite.
κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.
I Filisteji udariše, i Izrailjci se opet razbiše i pobjegoše k šatorima svojim; i boj bješe vrlo velik, jer pade iz Izrailja trideset tisuća pješaka.
καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.
I kovčeg Božji bi otet, i dva sina Ilijeva Ofnije i Fines pogiboše.
καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές.
A jedan između sinova Venijaminovih pobježe iz boja, i dođe u Silom isti dan razdrtijeh haljina i glave posute prahom.
Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
I kad dođe, gle, Ilije sjeđaše na stolici ukraj puta pogledajući; jer srce njegovo bijaše u strahu za kovčeg Božji. I došav onaj čovjek u grad kaza glase, i stade vika svega grada.
καὶ ἦλθε, καὶ ἰδοὺ Ἡλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις.
A Ilije čuvši viku reče: kakva je to vreva? I čovjek brže dotrča da javi Iliju.
καὶ ἤκουσεν Ἡλὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπε· τίς ἡ φωνὴ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ Ἡλί.
A Iliju bijaše devedeset i osam godina, i oči mu bijahu potamnjele, te ne mogaše vidjeti.
καὶ Ἡλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε·
I reče čovjek Iliju: ja idem iz boja, utekoh danas iz boja. A on reče: šta bi, sine?
καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Ἡλί· τί τὸ γεγονὸς ρῆμα, τέκνον;
A glasnik odgovarajući reče: pobježe Izrailj ispred Filisteja, i izgibe mnogo naroda, i oba sina tvoja pogiboše, Ofnije i Fines, i kovčeg Božji otet je.
καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.
A kad spomenu kovčeg Božji, pade Ilije sa stolice nauznako kod vrata i slomi vrat i umrije, jer bijaše čovjek star i težak. On bi sudija Izrailju četrdeset godina.
καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.
A snaha njegova, žena Finesova, bijaše trudna i na tom doba, pa čuvši glas da je kovčeg Božji otet i da joj je poginuo svekar i muž, savi se i porodi, jer joj dođoše bolovi.
Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς.
I kad umiraše, rekoše joj koje stajahu kod nje: ne boj se, rodila si sina. Ali ona ne odgovori, niti hajaše za to.
καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.
Nego djetetu nadje ime Ihavod govoreći: otide slava od Izrailja; jer kovčeg Božji bi otet, i svekar joj i muž pogiboše.
καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.
Zato reče: otide slava od Izrailja; jer bi otet kovčeg Božji.