1. Samuilova 7

Stari zavet

1

Tada dođoše ljudi iz Kirijat-Jarima, i uzeše kovčeg Gospodnji, i odnesoše ga u kuću Avinadavovu na brdu, a Eleazara sina njegova posvetiše da čuva kovčeg Gospodnji.

ΚΑΙ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.

0
2

A kad kovčeg osta u Kirijat-Jarimu, prođe mnogo vremena, dvadeset godina, i plakaše sav dom Izrailjev za Gospodom.

Καὶ ἐγενήθη ἀφ᾿ ἦς ἡμέρας ἧν ἡ κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου.

0
3

A Samuilo reče svemu domu Izrailjevu govoreći: ako se svijem srcem svojim obraćate ka Gospodu, povrzite tuđe bogove između sebe i Astarote, i spremite srce svoje za Gospoda, njemu jedinomu služite, pa će vas izbaviti iz ruku Filistejskih.

καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ λέγων· εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

0
4

I povrgoše sinovi Izrailjevi Vale i Astarote, i služiše Gospodu jedinomu.

καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.

0
5

Potom reče Samuilo: skupite svega Izrailja u Mispu, da se pomolim Gospodu za vas.

καὶ εἶπε Σαμουήλ· ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον.

0
6

I skupiše se u Mispu, i crpući vodu proljevaše pred Gospodom, i postiše onaj dan, i ondje rekoše: sagriješismo Gospodu. I Samuilo suđaše sinovima Izrailjevijem u Mispi.

καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν· ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.

0
7

A Filisteji kad čuše da su se sinovi Izrailjevi skupili u Mispu, izidoše knezovi Filistejski na Izrailja. A kad to čuše sinovi Izrailjevi, uplašiše se od Filisteja.

καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

0
8

I rekoše sinovi Izrailjevi Samuilu: ne prestaj vapiti za nas ka Gospodu Bogu našemu, eda bi nas izbavio iz ruku Filistejskih.

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

0
9

Tada Samuilo uze jedno jagnje odojče, i prinese ga svega Gospodu na žrtvu paljenicu; i vapi Samuilo ka Gospodu za Izrailja, i usliši ga Gospod.

καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

0
10

I kad Samuilo prinošaše žrtvu paljenicu, približiše se Filisteji da udare na Izrailja; ali zagrmje Gospod grmljavinom velikom u onaj dan na Filisteje i smete ih, i biše pobijeni pred Izrailjem.

καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ.

0
11

A Izrailjci izidoše iz Mispe, i potjeraše Filisteje, i biše ih do pod Vet-Har.

καὶ ἐξῆλθαν ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

0
12

Tada uze Samuilo kamen, i metnu ga između Mispe i Sena, i nazva ga Even-Ezer, jer reče: dovde nam Gospod pomože.

καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν· ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.

0
13

Tako biše pokoreni Filisteji, i više ne dolaziše na među Izrailjevu. I ruka Gospodnja bješe protiv Filisteja svega vijeka Samuilova.

καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

0
14

I povratiše se Izrailju gradovi, koje bjehu uzeli Filisteji Izrailju, od Akarona do Gata, i međe njihove izbavi Izrailj iz ruku Filistejskih; i bi mir među Izrailjem i Amorejima.

καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκάλωνος ἕως Ἀζόβ, καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

0
15

A Samuilo suđaše Izrailju svega vijeka svojega.

καὶ ἐδίκαζε Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

0
16

I idući svake godine obilažaše Vetilj i Galgal i Mispu, i suđaše Izrailju u svijem tijem mjestima.

καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις·

0
17

Potom se vraćaše u Ramu, jer ondje bijaše kuća njegova, i suđaše ondje Izrailju, i ondje načini oltar Gospodu.

ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἀρμαθαὶμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

0