Novi zavet
Molim dakle prije svega da se čine iskanja, molitve, moljenja, zahvaljivanja za sve ljude,
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
Za careve, i za sve koji su u vlasti, da tihi i mirni život poživimo u svakoj pobožnosti i poštenju.
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Jer je ovo dobro i prijatno pred spasiteljem našijem Bogom,
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
Koji hoće da se svi ljudi spasu, i da dođu u poznanje istine.
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Jer je jedan Bog, i jedan posrednik Boga i ljudi, čovjek Hristos Isus,
εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,
Koji sebe dade u otkup za sve, za svjedočanstvo u svoje vrijeme,
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
Za koje sam postavljen propovjednik i apostol (istinu govorim u Hristu, ne lažem), učitelj neznabožaca, u vjeri i istini.
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
Hoću dakle da molitve čine ljudi na svakome mjestu, podižući svete ruke bez gnjeva i premišljanja.
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
Tako i žene u pristojnom odijelu, sa stidom i poštenjem da ukrašuju sebe, ne pletenicama, ni zlatom, ili biserom, ili haljinama skupocjenima,
ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
Nego dobrijem djelima kao što se pristoji ženama koje se obećavaju pobožnosti.
ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
Žena na miru da se uči sa svakom pokornošću.
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
Ali ženi ne dopuštam da uči niti da vlada mužem, nego da bude mirna.
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
Jer je Adam najprije sazdan pa onda Eva;
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
I Adam se ne prevari, a žena prevarivši se postade prestupnica;
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
Ali će se spasti rađanjem djece, ako ostane u vjeri i ljubavi i u svetinji s poštenjem.
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.