2. Carevima 16

Stari zavet

1

Godine sedamnaeste Fekaja sina Remalijina zacari se Ahaz sin Jotamov car Judin.

ΕΝ ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ρομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα.

0
2

Dvadeset godina bijaše Ahazu kad poče carovati, i carova šesnaest godina u Jerusalimu, ali ne činjaše što je pravo pred Gospodom Bogom njegovijem kao David otac njegov.

υἱὸς εἴκοσιν ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ

0
3

Jer hođaše putem careva Izrailjevijeh, pa i sina svojega pusti kroz oganj po gadnijem djelima naroda koje odagna Gospod ispred sinova Izrailjevijeh.

καὶ ἐπορεύθη, ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,

0
4

I prinošaše žrtve i kađaše na visinama i po humovima i pod svakim zelenijem drvetom.

καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

0
5

Tada dođe Resin car Sirski i Fekaj sin Remalijin car Izrailjev, dođoše da biju Jerusalim, i opkoliše Ahaza; ali ga ne mogoše osvojiti.

τότε ἀνέβη Ραασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ καὶ οὐκ ἠδύναντο πολεμεῖν.

0
6

U to vrijeme Resin car Sirski povrati Sircima Elat, i izagna Judeje iz Elata, i dođoše Sirci u Elat i ostaše ondje do danas.

ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ραασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

0
7

Ali Ahaz posla poslanike k Teglat-Felasaru caru Asirskom i poruči mu: sluga sam tvoj, hodi i izbavi me iz ruku cara Sirskoga i iz ruku cara Izrailjeva, koji se podigoše na me.

καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων· δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμέ.

0
8

I uze Ahaz zlato i srebro što se nađe u domu Gospodnjem i u riznicama doma carskoga, i posla na dar caru Asirskom.

καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα.

0
9

I posluša ga car Asirski, i dođe na Damasak i uze ga, i preseli narod odande u Kir, a Resina pogubi.

καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσὼν βασιλέα ἐθανάτωσε.

0
10

Tada car Ahaz otide na susret Teglat-Felasaru caru Asirskom u Damasak; i vidje car Ahaz oltar koji bijaše u Damasku, pa posla svešteniku Uriji sliku od toga oltara i od sve naprave njegove.

καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ρυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ·

0
11

I načini sveštenik Urija oltar sasvijem kako posla car Ahaz iz Damaska, onako načini Urija sveštenik, dokle se vrati car Ahaz iz Damaska.

καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ.

0
12

Pa kad se car vrati iz Damaska i vidje oltar, pristupi k njemu i prinese žrtvu na njemu.

καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ᾿ αὐτὸ

0
13

I zapali žrtvu svoju paljenicu i dar svoj, i izli naljev svoj, i pokropi oltar krvlju zahvalnijeh žrtava svojih.

καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον

0
14

A mjedeni oltar što bješe pred Gospodom prenese s prednje strane doma da ne stoji između njegova oltara i doma Gospodnjega, i namjesti ga pokraj svoga oltara k sjeveru.

τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου. καὶ προσήγαγε ἀπὸ προσώπου τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν.

0
15

I zapovjedi car Ahaz Uriji svešteniku govoreći: na velikom oltaru pali žrtvu paljenicu jutrenju i dar večernji i žrtvu paljenicu carevu s darom njezinijem i žrtvu paljenicu svega naroda zemaljskoga s darovima njihovijem i naljevima njihovijem; i po njemu kropi svakom krvlju od žrtava paljenica i svakom krvlju od drugih žrtava. A za oltar mjedeni promisliću.

καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ λέγων· ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾿ αὐτῷ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωΐ.

0
16

I učini sveštenik Urija sve kako mu zapovjedi car Ahaz.

καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ.

0
17

I oplate s podnožja skide car Ahaz i uze s njih umivaonice, i more skide s volova mjedenijeh koji bijahu pod njim, i metnu ga na pod kameni.

καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ καὶ μετῇρεν ἀπ᾿ αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην.

0
18

I strehu subotnu, koju bijahu načinili u domu, i ulazak carski, koji bijaše spolja, ukloni također od doma Gospodnjega, bojeći se cara Asirskoga.

καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.

0
19

A ostala djela Ahazova što je činio, nijesu li zapisana u dnevniku careva Judinijeh?

καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

0
20

I počinu Ahaz kod otaca svojih, i bi pogreben kod otaca svojih u gradu Davidovu; a na njegovo se mjesto zacari Jezekija sin njegov.

καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

0