Stari zavet
Za njegova vremena dođe Navuhodonosor car Vavilonski; i Joakim mu bi sluga tri godine; potom odusta i odmetnu se od njega.
ΕΝ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.
I Gospod posla na nj čete Haldejske i čete Sirske i čete Moavske i čete sinova Amonovijeh; posla ih na Judu da ga potru, po riječi Gospodnjoj koju govori preko sluga svojih proroka.
καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν Ἀμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
Po zapovijesti Gospodnjoj zbi se to Judi da bi ga odbacio od sebe za grijehe Manasijine po svemu što bješe učinio;
πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε.
I za krv pravu koju bješe prolio napunivši Jerusalim krvi prave; zato Gospod ne htje oprostiti.
καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.
A ostala djela Joakimova i sve što je učinio, nije li zapisano u dnevniku careva Judinijeh?
καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
I počinu Joakim kod otaca svojih; a na njegovo se mjesto zacari Joahin.
καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
A car Misirski ne izide više iz zemlje svoje, jer car Vavilonski uze od rijeke Misirske do rijeke Efrata sve što bješe cara Misirskoga.
καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.
Osamnaest godina bijaše Joahinu kad se zacari, i carova tri mjeseca u Jerusalimu. Materi mu bješe ime Neusta, kći Elnatanova, iz Jerusalima.
Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ἰωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ Ἐλλαναθὰν ἐξ Ἱερουσαλήμ.
I on činjaše zlo pred Gospodom sasvijem kako je činio otac njegov.
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.
U to vrijeme dođoše sluge Navuhodonosora cara Vavilonskoga na Jerusalim, i grad bi opkoljen.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.
Dođe i Navuhodonosor car Vavilonski na grad kad ga sluge njegove opkoliše.
καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν.
Tada Joahin car Judin izide k caru Vavilonskom s materom svojom i sa slugama svojim i s knezovima svojim i s dvoranima svojim; a car ga Vavilonski zarobi osme godine svojega carovanja.
καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
I odnese sve blago doma Gospodnjega i blago doma carskoga, i polupa sve sudove zlatne, koje bješe načinio Solomun car Izrailjev za crkvu Gospodnju, kao što bješe rekao Gospod.
καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ρῆμα Κυρίου.
I preseli sav Jerusalim, sve knezove i sve junake, deset tisuća robova, i sve drvodjelje i sve kovače, ne osta ništa osim siromašnoga naroda po zemlji.
καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.
Odvede i Joahina u Vavilon i mater carevu i žene careve i dvorane njegove, i glavare zemaljske odvede u ropstvo iz Jerusalima u Vavilon.
καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα
I sve junake, na broj sedam tisuća, i drvodjelje i kovače, tisuću, sve što bijahu za vojsku odvede car Vavilonski u Vavilon u ropstvo.
καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.
I postavi carem car Vavilonski na mjesto Joahinovo Mataniju strica njegova, i predje mu ime Sedekija.
καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία.
Dvadeset i jedna godina bješe Sedekiji kad poče carovati, i carova jedanaest godina u Jerusalimu. Materi mu bješe ime Amutala, kći Jeremijina, iz Livne.
Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου.
On činjaše što je zlo pred Gospodom sasvijem kako je činio Joakim.
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἰωακίμ·
Jer od gnjeva Gospodnjega zbi se to Jerusalimu i Judi, da ih odbaci od sebe. A Sedekija se odmetnu od cara Vavilonskoga.
ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.