2. Carevima 4

Stari zavet

1

A jedna između žena sinova proročkih povika k Jelisiju govoreći: sluga tvoj, muž moj, umrije, i ti znaš da se sluga tvoj bojao Gospoda; pa sada dođe rukodavalac da mi uzme dva sina u roblje.

ΚΑΙ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαιὲ λέγουσα· ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.

0
2

A Jelisije joj reče: što ću ti? kaži mi šta imaš u kući? A ona reče: sluškinja tvoja nema u kući ništa do sudić ulja.

καὶ εἶπεν Ἑλισαιέ· τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἔστι σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν· οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλ᾿ ἢ ὃ ἀλείψομαι ἔλαιον.

0
3

A on joj reče: idi, išti u naruč praznijeh sudova u svijeh susjeda svojih, nemoj malo da išteš.

καὶ εἶπε πρὸς αὐτήν· δεῦρο αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενά, μὴ ὀλιγώσῃς.

0
4

Pa otidi, i zatvori se u kuću sa sinovima svojim, pa onda naljevaj u sve sudove, i kad se koji napuni, kaži neka uklone.

καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.

0
5

I ona otide od njega, i zatvori se u kuću sa sinovima svojim; oni joj dodavahu a ona naljevaše.

καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθ᾿ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη.

0
6

A kad se sudovi napuniše, ona reče sinu svojemu: daj još jedan sud. A on joj reče: nema više. Tada stade ulje.

καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς· ἐγγίσατε ἔτι πρός με τὸ σκεῦος· καὶ εἶπον αὐτῇ· οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.

0
7

Potom ona otide i kaza čovjeku Božijemu; a on joj reče: idi, prodaj ulje, i oduži se; a što preteče, onijem se hrani sa svojim sinovima.

καὶ ἦλθε καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ εἶπεν Ἑλισαιέ· δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.

0
8

Poslije toga jednom iđaše Jelisije kroz Sunam, a ondje bijaše bogata žena, koja ga ustavi da jede hljeba; i od tada kad god prolažaše, uvraćaše se k njoj da jede hljeba.

καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ἑλισαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.

0
9

I ona reče mužu svojemu: gle, vidim da je svet čovjek Božji ovaj što sve prolazi ovuda.

καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός.

0
10

Da načinimo malu klijet, i da mu namjestimo postelju i sto i stolicu i svijetnjak, pa kad dođe k nama, neka se tu skloni.

ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.

0
11

Potom on dođe jednom onamo, i ušav u klijet počinu ondje.

καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.

0
12

I reče momku svojemu Gijeziju: zovi Sunamku. I on je dozva; i ona stade pred njim.

καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.

0
13

I on reče Gijeziju: kaži joj: eto staraš se za nas svakojako; šta hoćeš da ti učinim? imaš li što da govorim caru ili vojvodi? A ona reče: ja živim usred svojega naroda.

καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.

0
14

A on reče: šta bih joj dakle učinio? A Gijezije reče: eto nema sina, a muž joj je star.

καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.

0
15

A on reče: zovi je. I on je dozva, i ona stade na vratima.

καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.

0
16

A on reče: do godine u ovo doba grlićeš sina. A ona reče: nemoj gospodaru moj, čovječe Božji, nemoj varati sluškinje svoje.

καὶ εἶπεν Ἑλισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.

0
17

I zatrudnje žena, i rodi sina druge godine u isto doba, kao što joj reče Jelisije.

καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἑλισαιέ.

0
18

I dijete odraste. I jednom izide k ocu svojemu k žeteocima;

καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,

0
19

I reče ocu svojemu: jaoh glava, jaoh glava! A on reče momku: nosi ga materi.

καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.

0
20

I on ga uze i odnese materi njegovoj, i leža na krilu njezinu do podne, pa umrije.

καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε.

0
21

Tada otide ona gore, i namjesti ga u postelju čovjeka Božijega, i zatvorivši ga izide.

καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε.

0
22

Potom viknu muža svojega i reče mu: pošlji mi jednoga momka i jednu magaricu da otrčim do čovjeka Božijega i da se vratim.

καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω.

0
23

A on reče: zašto danas hoćeš da ideš k njemu? niti je mladina ni subota. A ona reče: ne brini se.

καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη.

0
24

I ona osamarivši magaricu reče momku svojemu: vodi i idi i nemoj zastajati mene radi na putu dokle ti ne kažem.

καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.

0
25

Tako pošavši dođe k čovjeku Božijemu na goru Karmilsku. A kad je čovjek Božji ugleda gdje ide k njemu, reče Gijeziju sluzi svojemu: evo Sunamke.

καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη·

0
26

Trči sad pred nju i reci joj: jesi li zdravo? je li zdravo muž tvoj? je li zdravo sin tvoj? A ona reče: zdravo smo.

νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη.

0
27

A kad dođe k čovjeku Božijemu na goru, zagrli mu noge, a Gijezije pristupi da je otjera; ali čovjek Božji reče: ostavi je, jer joj je duša u jadu, a Gospod sakri od mene i ne javi mi.

καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ἑλισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι.

0
28

A ona reče: jesam li iskala sina od gospodara svojega? nijesam li kazala: nemoj me varati?

ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ;

0
29

A on reče Gijeziju: opaši se i uzmi štap moj u ruku, pa idi; ako sretneš koga, nemoj ga pozdravljati, i ako te ko pozdravi, nemoj mu odgovarati, i metni moj štap na lice djetetu.

καὶ εἶπεν Ἑλισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.

0
30

A mati djetinja reče: tako da je živ Gospod i tako da je živa duša tvoja, neću te se ostaviti. Tada on usta i pođe za njom.

καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

0
31

A Gijezije otide naprijed i metnu štap na lice djetetu, ali ne bi glasa ni osjećanja. Tada se vrati preda nj, i javi mu govoreći: ne probudi se dijete.

καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον.

0
32

I Jelisije uđe u kuću, i gle, dijete mrtvo leži na njegovoj postelji.

καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.

0
33

I ušav zatvori se s djetetom, i pomoli se Gospodu.

καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον·

0
34

Potom stade na postelju i leže na dijete metnuv usta svoja na usta djetetu, i oči svoje na oči njegove, i dlanove svoje na njegove dlanove, i pruži se nad njim, te se zagrija tijelo djetetu.

καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου.

0
35

Potom usta, i prijeđe po kući jednom tamo i jednom amo, potom otide opet i pruži se nad djetetom. I kihnu dijete sedam puta, i otvori dijete oči svoje.

καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

0
36

Tada dozva Gijezija i reče mu: zovi Sunamku. I on je dozva, te dođe k njemu. I on joj reče: uzmi sina svojega.

καὶ ἐξεβόησε Ἑλισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν Ἑλισαιέ· λάβε τὸν υἱόν σου.

0
37

I ona ušavši pade k nogama njegovijem, i pokloni mu se do zemlje, i uzevši sina svojega otide.

καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε.

0
38

Potom vrati se Jelisije u Galgal. A bijaše glad u onoj zemlji, i sinovi proročki sjeđahu pred njim; a on reče momku svojemu: pristavi veliki lonac i skuhaj zelja sinovima proročkim.

καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ· ἐπίστησεν τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

0
39

A jedan otide u polje da nabere zelja, i nađe divlju lozu i nabra s nje divljih tikvica pun plašt, i došavši sasiječe ih u lonac gdje bješe zelje, jer ih ne poznavahu.

καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριὼθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾿ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.

0
40

I usuše ljudma da jedu; a kad stadoše jesti onoga zelja, povikaše govoreći: smrt je u loncu, čovječe Božji! I ne mogahu jesti.

καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν· θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.

0
41

A on reče: donesite brašna. I sasu brašno u lonac, i reče: uspi ljudma, neka jedu. I ne bi više nikakoga zla u loncu.

καὶ εἶπε· λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον· ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ρῆμα πονηρὸν ἐν τῷ λέβητι.

0
42

A dođe neko iz Val-Salise, i donese čovjeku Božijemu hljeba od prvina, dvadeset hljebova ječmenijeh, i novijeh zrna u klasu. A on reče: postavi narodu, neka jedu.

καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισὰ καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσιν ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπε· δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.

0
43

A sluga mu reče: kako ću to postaviti pred sto ljudi? Opet reče: postavi narodu, neka jedu; jer je tako kazao Gospod: ješće, i preteći će.

καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ· τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε· δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος· φάγονται καὶ καταλείψουσι.

0
44

A on im postavi, te jedoše; i preteče po riječi Gospodnjoj.

καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ρῆμα Κυρίου.

0