2. Carevima 6

Stari zavet

1

A sinovi proročki rekoše Jelisiju: gle, mjesto gdje sedimo pred tobom tijesno nam je.

ΚΑΙ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς Ἑλισαιέ· ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ᾿ ἡμῶν·

0
2

Nego hajde da otidemo na Jordan, pa da uzmemo ondje svaki po brvno i načinimo ondje mjesto gdje ćemo boraviti. A on reče: idite.

πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκόν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπε· δεῦτε.

0
3

A jedan reče: budi voljan, pođi i ti sa slugama svojim. A on reče: hoću.

καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς· δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν· ἐγὼ πορεύσομαι.

0
4

I tako pođe s njima. I došavši na Jordan sjekoše drva.

καὶ ἐπορεύθη μετ᾿ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα.

0
5

A kad jedan od njih sijecijaše drvo, pade mu sjekira u vodu; a on povika govoreći: avaj gospodaru, još je u naruč uzeta.

καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν· ὧ Κύριε, καὶ αὐτὸ κεκρυμμένον.

0
6

A čovjek Božji reče mu: gdje je pala? A kad mu pokaza mjesto, on otsiječe drvo i baci ga onamo, i učini te sjekira ispliva.

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισε ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον.

0
7

A on reče: uzmi je. I čovjek pruži ruku, te je uze.

καὶ εἴρηκεν· ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.

0
8

A kad car Sirski vojevaše na Izrailja, vijećaše sa slugama svojim, i reče: tu i tu neka stane vojska moja.

καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραὴλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων· εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ.

0
9

A čovjek Božji posla k caru Izrailjevu i poruči: čuvaj se da ne ideš onuda, jer su ondje Sirci u zasjedi.

καὶ ἀπέστειλεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.

0
10

I car Izrailjev posla na ono mjesto, za koje reče čovjek Božji i opomenu ga, te se čuvaše. I to ne bi jedanput ni dva puta.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ἑλισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.

0
11

I smuti se srce caru Sirskom zato, i sazvavši sluge svoje reče im: hoćete li mi kazati ko od naših dokazuje caru Izrailjevu?

καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ;

0
12

A jedan od sluga njegovijeh reče mu: niko, care gospodaru moj; nego Jelisije prorok u Izrailju dokazuje caru Izrailjevu riječi koje govoriš u ložnici svojoj.

καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ· οὐχί κύριέ μου βασιλεῦ, ὅτι Ἑλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου.

0
13

Tada reče: idite, vidite gdje je, da pošljem da ga uhvate. I javiše mu govoreći: eno ga u Dotanu.

καὶ εἶπε· δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἰδοὺ ἐν Δωθαΐμ.

0
14

I posla onamo konje i kola s velikom vojskom; i oni došavši noću opkoliše grad.

καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.

0
15

A ujutru sluga čovjeka Božijega ustavši izide, a to vojska oko grada i konji i kola. I reče mu sluga: jaoh gospodaru, šta ćemo sad?

καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἑλισαιὲ ἀναστῆναι καὶ ἐξῆλθε, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· ὦ κύριε, πῶς ποιήσομεν;

0
16

A on mu reče: ne boj se, jer je više naših nego njihovijeh.

καὶ εἶπεν Ἑλισαιέ· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾿ ἡμῶν ὑπὲρ τοὺς μετ᾿ αὐτῶν.

0
17

I pomoli se Jelisije govoreći: Gospode, otvori mu oči da vidi. I Gospod otvori oči momku, te vidje, a to gora puna konja i kola ognjenijeh oko Jelisija.

καὶ προσηύξατο Ἑλισαιὲ καὶ εἶπε· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε. καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἑλισαιέ.

0
18

A kad pođoše Sirci k njemu, pomoli se Jelisije Gospodu i reče: oslijepi ovaj narod. I oslijepi ih po riječi Jelisijevoj.

καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπε· πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ρῆμα Ἑλισαιέ.

0
19

Tada im reče Jelisije: nije ovo put, nije ovo grad; hodite za mnom i odvešću vas čovjeku kojega tražite. I odvede ih u Samariju.

καὶ εἶπε πρὸς αὐτοὺς Ἑλισαιέ· οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.

0
20

A kad dođoše u Samariju, reče Jelisije: Gospode, otvori im oči da vide. I Gospod im otvori oči, i vidješe, a to bijahu usred Samarije.

καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἑλισαιέ· ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας.

0
21

A car Izrailjev reče Jelisiju kad ih ugleda: hoću li biti, hoću li biti, oče moj?

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἑλισαιέ, ὡς εἶδεν αὐτούς· εἰ πατάξας πατάξω, πάτερ;

0
22

A on reče: nemoj biti; eda li ćeš one pobiti koje zarobiš mačem svojim i lukom svojim? Iznesi im hljeba i vode neka jedu i piju, pa onda neka idu gospodaru svojemu.

καὶ εἶπεν· οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ρομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν.

0
23

I ugotovi im gozbu veliku, te jedoše i piše; pa ih otpusti, a oni otidoše gospodaru svojemu; i od tada ne dolaziše čete Sirske u zemlju Izrailjevu.

καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ.

0
24

A poslije toga Ven-Adad car Sirski skupi svu vojsku svoju, i izide i opkoli Samariju.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἄδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν.

0
25

I nasta velika glad u Samariji, jer gle, bješe opkoljena toliko da glava magareća bijaše za osamdeset sikala srebra, a četvrt kava golubinjega kala za pet sikala srebra.

καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.

0
26

I kad car iđaše po zidovima, jedna žena povika k njemu govoreći: pomagaj, care gospodaru!

καὶ ἦν ὁ βασιλεὺς διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν λέγουσα· σῶσον, κύριε βασιλεῦ.

0
27

A on reče: Gospod ti ne pomaže, kako ću ti ja pomoći? s gumna li, ili iz kace?

καὶ εἶπεν αὐτῇ· μή σε σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ;

0
28

Još joj reče car: što ti je? A ona reče: ova žena reče mi: daj sina svoga da ga pojedemo danas, a sjutra ćemo pojesti moga sina.

καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί ἔστι σοι; καὶ εἶπεν ἡ γυνή· αὕτη εἶπε πρός με· δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον·

0
29

I skuhasmo sina mojega i pojedosmo ga, a sjutradan rekoh joj: daj sina svojega da ga pojedemo. Ali ona sakri svoga sina.

καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ· δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν. καὶ ἔκρυψε τὸν υἱόν αὐτῆς.

0
30

A kad car ču riječi ženine, razdrije haljine svoje; i kad iđaše po zidu, vidje narod gdje kostrijet bijaše ozdo na tijelu njegovu.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς λόγους τῆς γυναικός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους. καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν.

0
31

Tada reče car: tako da mi učini Bog i tako da doda, ako glava Jelisija sina Safatova ostane danas na njemu.

καὶ εἶπε· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαιὲ ἐπ᾿ αὐτῷ σήμερον.

0
32

A Jelisije sjeđaše u svojoj kući, i starješine sjeđahu kod njega. I posla car jednoga od onijeh što stajahu pred njim; a dok još ne dođe poslani k njemu, on reče starješinama: vidite li gdje onaj krvnički sin posla da mi otsiječe glavu? Gledajte kad dođe poslani, zaključajte vrata, i odbijte ga od vrata; eto, i bahat nogu gospodara njegova za njim.

καὶ Ἑλισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους· εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν· καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;

0
33

I dok još govoraše s njima, gle, poslani dođe k njemu, i reče; gle, ovo je zlo od Gospoda; čemu ću se još nadati od Gospoda?

ἔτι αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι;

0