2. Carevima 9

Stari zavet

1

A Jelisije prorok dozva jednoga između sinova proročkih, i reče mu: opaši se i uzmi ovu uljanicu, pa idi u Ramot Galadski.

ΚΑΙ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμὼθ Γαλαάδ·

0
2

I kad dođeš onamo, vidjećeš ondje Juja sina Josafata sina Nimsijina, i ušavši izvedi ga između braće njegove i odvedi ga u najtajniju klijet.

καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ἰοὺ υἱὸν Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν ταμιείῳ·

0
3

I uzmi uljanicu i izlij mu na glavu, i reci: ovako veli Gospod: pomazah te za cara nad Izrailjem. Zatijem otvori vrata i bježi, i ne zabavljaj se.

καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύρα καὶ φεύξῃ καὶ οὐ μενεῖς.

0
4

I otide mladić, momak prorokov, u Ramot Galadski.

καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμὼθ Γαλαὰδ

0
5

I kad uđe, gle, sjeđahu vojvode; a on reče: vojvodo, imam nešto da ti kažem. A Juj mu reče: kome između svijeh nas? A on reče: tebi, vojvodo.

καὶ εἰσῆλθε, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε· λόγος μοι πρὸς σέ, ὁ ἄρχων. καὶ εἶπεν Ἰού· πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε· πρὸς σέ, ὁ ἄρχων.

0
6

Tada usta, i uđe u kuću, a on mu izli na glavu ulje, i reče mu: ovako veli Gospod Bog Izrailjev: pomazah te za cara nad narodom Gospodnjim, Izrailjem.

καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ,

0
7

I pobij dom Ahava gospodara svojega, jer hoću da pokajem krv sluga svojih proroka, i krv svijeh sluga Gospodnjijeh od ruke Jezaveljine.

καὶ ἐξολοθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ

0
8

I tako će izginuti sav dom Ahavov, i istrijebiću Ahavu i ono što uza zid mokri, i uhvaćenoga i ostavljenoga u Izrailju.

καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·

0
9

I učiniću s domom Ahavovijem kao s domom Jerovoama sina Navatova i kao s domom Vase sina Ahijina.

καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά·

0
10

I Jezavelju će izjesti psi u polju Jezraelskom i neće biti nikoga da je pogrebe. Potom otvori vrata i pobježe.

καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ἰεζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε.

0
11

A Juj izide k slugama gospodara svojega, i zapitaše ga: je li dobro? što je došao taj bezumnik k tebi? A on im reče: znate čovjeka i besjedu njegovu.

καὶ Ἰοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ· εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.

0
12

A oni rekoše: nije istina; kaži nam. A on im reče: tako i tako reče mi govoreći: ovako veli Gospod: pomazah te za cara nad Izrailjem.

καὶ εἶπον· ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ἰοὺ πρὸς αὐτούς· οὕτω καὶ οὕτω ἐλάλησε πρός με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.

0
13

Tada brže uzeše svak svoju haljinu, i metnuše poda nj na najvišem basamaku, i zatrubiše u trubu i rekoše: Juj posta car.

καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπαν· ἐβασίλευσεν Ἰού.

0
14

Tako se pobuni Juj sin Josafata sina Nimsijina na Jorama; a Joram čuvaše Ramot Galadski sa svijem Izrailjem od Azaila cara Sirskoga.

καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωρὰμ καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμὼθ Γαλαάδ, αὐτὸς καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας,

0
15

A bješe se vratio car Joram da se liječi u Jezraelu od rana koje mu zadaše Sirci, kad se bijaše s Azailom carem Sirskim. I reče Juj: ako vam je volja, neka niko ne izlazi iz grada da otide i javi u Jezrael.

καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύριοι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ εἶπεν Ἰού· εἰ ἔστι ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ.

0
16

I Juj sjede na kola i otide u Jezrael, jer Joram ležaše ondje; i Ohozija car Judin bješe došao da vidi Jorama.

καὶ ἵππευσε καὶ ἐπορεύθη Ἰοὺ καὶ κατέβη εἰς Ἰεζράελ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθαραπεύετο ἐν τῷ Ἰεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμὶν ἐν τῇ Ραμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἀζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ.

0
17

A stražar koji stajaše na kuli u Jezraelu, kad ugleda ljudstvo Jujevo gdje ide, reče: neko ljudstvo vidim. Tada reče Joram: uzmi konjika i pošlji ga pred njih, i neka zapita: je li mir?

καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰεζράελ καὶ εἶδε τὸν κονιορτὸν Ἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε· κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ἰωράμ· λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω, εἰ εἰρήνη.

0
18

I otide konjik preda nj, i reče: ovako veli car: je li mir? A Juj reče: šta je tebi do mira? hajde za mnom. A stražar javi govoreći: glasnik dođe do njih, ali se ne vraća.

καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς, εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε.

0
19

I posla drugoga konjika, koji kad dođe k njima reče: ovako veli car: je li mir? A Juj reče: šta je tebi do mira? hajde za mnom.

καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς· εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.

0
20

Opet javi stražar govoreći: dođe do njih, ali se ne vraća; a hod kao da je hod Jujev, jer ide pomamno.

καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε· καὶ ὁ ἄγων ἦγε τὸν Ἰοὺ υἱὸν Ναμεσσί, ὅτι ἐν παραλλαγῇ ἐγένετο.

0
21

Tada reče Joram: preži. I upregoše u kola njegova. Tako izide Joram car Izrailjev i Ohozija car Judin, svaki na svojim kolima, i otidoše na susret Juju, i sretoše ga na njivi Navuteja Jezraeljanina.

καὶ εἶπεν Ἰωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.

0
22

I kad Joram ugleda Juja, reče mu: je li mir, Juju? A on odgovori: kakav mir? dok je tolikoga kurvanja Jezavelje matere tvoje i čaranja njezinijeh.

καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰού, καὶ εἶπεν· εἰ εἰρήνη Ἰού; καὶ εἶπεν Ἰού· τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.

0
23

Tada Joram okrete se i pobježe govoreći Ohoziji: izdaja, Ohozija!

καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς Ὀχοζίαν· δόλος, Ὀχοζία.

0
24

Ali Juj zgrabi luk svoj i ustrijeli Jorama među pleći da mu strijela prođe kroz srce, te pade u kolima svojim.

καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.

0
25

Tada reče Juj Vadekaru vojvodi svom: uzmi ga, i baci ga na njivu Navuteja Jezraeljanina; jer opomeni se kad ja i ti zajedno jahasmo za Ahavom ocem njegovijem, kako Gospod izreče za nj ovo zlo:

καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ· ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾿ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων·

0
26

Zaista, krv Navutejevu i krv sinova njegovijeh vidjeh sinoć, reče Gospod, i platiću ti na ovoj njivi, reče Gospod. Zato uzmi ga sad i baci na tu njivu po riječi Gospodnjoj.

εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ρῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ρῆμα Κυρίου.

0
27

A Ohozija car Judin vidjevši to pobježe k domu u vrtu; ali ga potjera Juj, i reče: ubijte i toga na njegovijem kolima. I raniše ga na brdu Guru, koje je kod Ivleama. I uteče u Megidon, i ondje umrije.

καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν Ἰεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ.

0
28

I sluge ga njegove metnuše na kola i odvezoše u Jerusalim, i pogreboše ga u grobu njegovu kod otaca njegovijeh u gradu Davidovu.

καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.

0
29

A jedanaeste godine carovanja Jorama sina Ahavova poče carovati Ohozija nad Judom.

καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας ἐπὶ Ἰούδαν.

0
30

Iza toga Juj dođe u Jezrael. A Jezavelja kad ču, namaza lice svoje i nakiti glavu svoju, pa gledaše s prozora.

καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος.

0
31

I kad Juj ulažaše na vrata, reče ona: je li mir, Zimrije, krvniče gospodara svojega?

καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν· εἰ εἰρήνη, Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;

0
32

A on pogleda na prozor i reče: ko je sa mnom? ko? Tada pogledaše u nj dva tri dvoranina.

καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε· τί εἶ σύ; κατάβηθι μετ᾿ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·

0
33

A on im reče: bacite je dolje. I baciše je, i pršte krv njezina po zidu i po konjma, i pogazi je.

καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.

0
34

Potom ušavši jede i pi, pa reče: vidite onu prokletnicu, i pogrebite je, jer je carska kći.

καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν· ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστί.

0
35

I otidoše da je pogrebu, i ne nađoše od nje ništa do lubanju i stopala i šake.

καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.

0
36

I dođoše natrag i javiše, a on reče: to je riječ Gospodnja, koju je rekao preko sluge svojega Ilije Tesvićanina govoreći: u polju Jezraelskom izješće psi tijelo Jezaveljino.

καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπε· λόγος Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου λέγων· ἐν τῇ μερίδι Ἰεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ,

0
37

Neka bude tijelo Jezaveljino kao gnoj na njivi u polju Jezraelskom da se ne može kazati: ovo je Jezavelja.

καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς Ἰεζάβελ.

0