2. Dnevnika 12

Stari zavet

1

A kad Rovoam utvrdi carstvo i kad osili, ostavi zakon Gospodnji i sav Izrailj s njim.

ΚΑΙ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ.

0
2

A pete godine carovanja Rovoamova dođe Sisak car Misirski na Jerusalim, jer zgriješiše Gospodu,

καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ροβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,

0
3

S tisuću i dvije stotine kola i sa šezdeset tisuća konjika, i ne bješe broja narodu koji dođe s njim iz Misira, Luvejima, Suhejima i Husejima.

ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ' αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες.

0
4

I uze tvrde gradove Judine i dođe do Jerusalima.

καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδᾳ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

0
5

Tada dođe Semaja prorok k Rovoamu i knezovima Judinijem, koji se bijahu skupili u Jerusalim od Sisaka, i reče im: ovako veli Gospod: vi ostaviste mene, zato i ja ostavljam vas u ruke Sisaku.

καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.

0
6

Tada se poniziše knezovi Izrailjevi i car i rekoše: pravedan je Gospod.

καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν· δίκαιος ὁ Κύριος.

0
7

A kad ih vidje Gospod gdje se poniziše, dođe riječ Gospodnja Semaji govoreći: poniziše se, neću ih potrti, nego ću im sada dati izbavljenje, i neće se izliti jarost moja na Jerusalim preko Sisaka.

καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων· ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἱερουσαλήμ,

0
8

Nego će mu biti sluge da poznadu šta je meni služiti, šta li služiti carstvima zemaljskim.

ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

0
9

I tako dođe Sisak car Misirski u Jerusalim i uze blago doma Gospodnjega i blago doma careva, sve to uze; uze i štitove zlatne, koje bješe načinio Solomun;

καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών,

0
10

I na njihovo mjesto načini car Rovoam štitove od mjedi, i predade ih starješinama nad stražarima koji čuvahu vrata doma careva.

καὶ ἐποίησεν ὁ βασιλεὺς Ροβοὰμ θυρεοὺς χαλκοῦς ἀντ' αὐτῶν. καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.

0
11

I kad iđaše car u dom Gospodnji dolažahu stražari i nošahu ih, a poslije ih opet ostavljahu u riznicu stražarsku.

καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.

0
12

Što se dakle ponizi, odvrati se od njega gnjev Gospodnji, i ne zatr ga sasvijem; jer još u Judi bješe dobra.

καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί.

0
13

I utvrdi se car Rovoam u Jerusalimu, i carova; jer bijaše Rovoamu četrdeset i jedna godina kad se zacari, i sedamnaest godina carova u Jerusalimu gradu, koji izabra Gospod između svijeh plemena Izrailjevijeh da ondje namjesti ime svoje. A materi njegovoj bješe ime Nama, Amonka.

Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ροβοὰμ ἐν Ἱερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, ἐν τῇ πόλει, ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμανῖτις.

0
14

Ali on činjaše zlo, jer ne upravi srca svojega da traži Gospoda.

καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον.

0
15

Ali djela Rovoamova prva i pošljednja nijesu li zapisana u knjizi proroka Semaje i vidioca Ida, gdje se kazuju koljena a i ratovi koji bijahu jednako među Rovoamom i Jerovoamom?

καὶ λόγοι Ροβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ροβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας.

0
16

I počinu Rovoam kod otaca svojih, i bi pogreben u gradu Davidovu; a na njegovo se mjesto zacari Avija sin njegov.

καὶ ἀπέθανε Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

0