2. Dnevnika 16

Stari zavet

1

Godine trideset šeste carovanja Asina izide Vasa car Izrailjev na Judu, i stade zidati Ramu da ne da nikomu otići k Asi caru Judinu ni od njega doći.

ΚΑΙ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

0
2

Tada uze Asa srebro i zlato iz riznica doma Gospodnjega i doma careva, i posla Ven-Adadu caru Sirskomu, koji življaše u Damasku, i poruči:

καὶ ἔλαβεν Ἀσὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ Ἄδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων·

0
3

Vjera je između mene i tebe, između oca mojega i oca tvojega, evo šaljem ti srebra i zlata, hajde, pokvari vjeru koju imaš s Vasom carem Izrailjevijem, eda bi otišao od mene.

διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ' ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ καὶ ἀπελθέτω ἀπ' ἐμοῦ.

0
4

I posluša Ven-Adad cara Asu, i posla vojvode svoje na gradove Izrailjeve, i osvojiše Ijon i Dan i Avel-Majim i sve gradove Neftalimove u kojima bijahu žitnice.

καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ καὶ ἐπάταξε τὴν Ἀϊὼν καὶ τὴν Δὰν καὶ τὴν Ἀβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί.

0
5

A kad Vasa to ču, presta zidati Ramu i ostavi djelo svoje.

καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμὰ καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ.

0
6

Tada car Asa uze sav narod Judin, te odnesoše kamenje iz Rame i drvo, čim zidaše Vasa, i od njega sazida Gavaju i Mispu.

καὶ Ἀσὰ βασιλεὺς ἔλαβε πάντα τὸν Ἰούδαν καὶ ἔλαβε τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά.

0
7

A u to vrijeme dođe Ananije vidjelac k Asi caru Judinu i reče mu: što si se pouzdao u cara Sirskoga a nijesi se pouzdao u Gospoda Boga svojega, zato se vojska cara Sirskoga izmače iz tvojih ruku.

καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ· ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.

0
8

Nijesu li Etiopljani i Luveji imali velike vojske s vrlo mnogo kola i konjika? pa kad si se pouzdao u Gospoda, dade ti ih u ruke.

οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου;

0
9

Jer oči Gospodnje gledaju po svoj zemlji da bi pokazivao silu svoju prema onima kojima je srce cijelo prema njemu. Ludo si u tom radio; zato će otsele biti ratovi na te.

ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.

0
10

Tada se Asa razgnjevi na proroka, i vrže ga u tamnicu, jer se rasrdi na nj za to; i potlači Asa neke iz naroda u to vrijeme.

καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

0
11

Ali gle, djela Asina, prva i pošljednja, eno zapisana su u knjizi o carevima Judinijem i Izrailjevijem.

Καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

0
12

I razbolje se Asa trideset devete godine carovanja svojega od nogu, i bolest njegova bi vrlo teška, ali ni u bolesti svojoj ne traži Gospoda nego ljekare.

καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἔτει τῷ ἐνάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.

0
13

I tako počinu Asa kod otaca svojih, i umrije četrdeset prve godine carovanja svojega.

καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ,

0
14

I pogreboše ga u grobu njegovu, koji iskopa sebi u gradu Davidovu, i metnuše ga na postelju koju bješe napunio mirisavijeh stvari i masti zgotovljenijeh vještinom apotekarskom, i spališe mu ih vrlo mnogo.

καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμησαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

0