2. Dnevnika 18

Stari zavet

1

I Josafat imajući veliko blago i slavu oprijatelji se s Ahavom.

ΚΑΙ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.

0
2

I poslije nekoliko godina otide k Ahavu u Samariju; i nakla mu Ahav mnogo ovaca i volova i narodu koji bijaše s njim, i nagovaraše ga da pođe na Ramot Galadski.

καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ' αὐτοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος.

0
3

I reče Ahav car Izrailjev Josafatu caru Judinu: hoćeš li ići sa mnom na Ramot Galadski? A on reče: ja kao ti, narod moj kao tvoj narod; hoćemo s tobom na vojsku.

καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα· εἰ πορεύσῃ μετ' ἐμοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ· ὡς ἐγώ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.

0
4

Još reče Josafat caru Izrailjevu: pitaj danas šta će Gospod reći.

καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ· ζήτησον δὴ σήμερον τὸν Κύριον.

0
5

Tada sazva car Izrailjev proroke svoje, četiri stotine ljudi, i reče im: hoćemo li ići na vojsku na Ramot Galadski, ili ću se okaniti? A oni rekoše: idi, jer će ga Gospod dati u ruke caru.

καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς· εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν· ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

0
6

A Josafat reče: ima li tu još koji prorok Gospodnji da ga pitamo?

καὶ εἶπεν Ἰωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτοῦ;

0
7

A car reče Josafatu: ima još jedan čovjek preko kojega bismo mogli upitati Gospoda; ali ja mrzim na nj, jer mi ne proriče dobra nego svagda zlo; to je Miheja sin Jemlin. A Josafat reče: neka car ne govori tako.

καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι' αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά. καὶ εἶπεν Ἰωσαφάτ· μὴ λαλείτω ὁ βασιλεὺς οὕτως·

0
8

Tada car Izrailjev dozva jednoga dvoranina, i reče mu: brže dovedi Miheju sina Jemlina.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε· τάχος Μιχαίαν υἱὸν Ἰεμβλά.

0
9

A car Izrailjev i Josafat car Judin sjeđahu svaki na svom prijestolu obučeni u carske haljine, sjeđahu na poljani kod vrata Samarijskih, i svi proroci prorokovahu pred njima.

καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.

0
10

I Sedekija sin Hananin načini sebi gvozdene rogove, i reče: ovako veli Gospod: ovijem ćeš biti Sirce dokle ih ne istrijebiš.

καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.

0
11

Tako i svi proroci prorokovahu govoreći: idi na Ramot Galadski, i bićeš srećan, jer će ga Gospod predati caru u ruke.

καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες· ἀνάβαινε εἰς Ραμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

0
12

A poslanik koji otide da dozove Miheju reče mu govoreći: evo proroci proriču svi jednijem glasom dobro caru; neka i tvoja riječ bude kao njihova, i govori dobro.

καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.

0
13

A Miheja reče: tako da je živ Gospod, govoriću ono što reče Bog moj.

καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρός με, αὐτὸ λαλήσω.

0
14

I kad dođe k caru, reče mu car: Miheja! hoćemo li ići na vojsku na Ramot Galadski, ili ću se okaniti? A on reče: idite, bićete srećni, i daće vam se u ruke.

καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

0
15

A car mu reče: koliko ću te puta zaklinjati da mi ne govoriš nego istinu u ime Gospodnje?

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

0
16

Tada reče: vidio sam sav narod Izrailjev razasut po planinama kao ovce koje nemaju pastira, jer reče Gospod: ovi nemaju gospodara, neka se vrate svak svojoj kući s mirom.

καὶ εἶπεν· εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

0
17

Tada reče car Izrailjev Josafatu: nijesam li ti rekao da mi neće prorokovati dobra nego zlo?

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ' ἢ κακά;

0
18

A Miheja reče: zato čujte riječ Gospodnju: vidjeh Gospoda gdje sjedi na prijestolu svom, a sva vojska nebeska stajaše mu s desne i s lijeve strane;

καὶ εἶπεν· οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

0
19

I Gospod reče: ko će prevariti Ahava cara Izrailjeva da otide i padne kod Ramota Galadskoga? Još reče: jedan reče ovo a drugi ono.

καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

0
20

Tada izide jedan duh, i stavši pred Gospoda reče: ja ću ga prevariti. A Gospod mu reče: kako?

καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος· ἐν τίνι;

0
21

Odgovori: izići ću, i biću lažljiv duh u ustima svijeh proroka njegovijeh. A Gospod mu reče: prevarićeš ga i nadvladaćeš, idi i učini tako.

καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.

0
22

Zato sada eto, Gospod je metnuo lažljiv duh u usta tijem prorocima tvojim; a Gospod je izrekao zlo po te.

καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

0
23

Tada pristupi Sedekija sin Hananin, i udari Miheju po obrazu govoreći: kojim je putem otišao duh Gospodnji od mene da govori s tobom?

καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ· ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ' ἐμοῦ τοῦ λαλῆσαι πρός σε;

0
24

A Miheja mu reče: eto, vidjećeš u onaj dan kad otideš u najtajniju klijet da se sakriješ.

καὶ εἶπε Μιχαίας· ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.

0
25

Tada car Izrailjev reče: uhvatite Miheju, i odvedite ga k Amonu zapovjedniku gradskom i k Joasu sinu carevu.

καὶ εἶπε βασιλεὺς Ἰσραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως

0
26

I recite im: ovako veli car: metnite ovoga u tamnicu, a dajite mu po malo hljeba i po malo vode dokle se ne vratim u miru.

καὶ ἐρεῖτε· οὕτως εἶπεν ὁ βασιλεύς· ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

0
27

A Miheja reče: ako se vratiš u miru, nije Gospod govorio preko mene. Još reče: čujte svi narodi.

καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.

0
28

I otide car Izrailjev s Josafatom carem Judinijem na Ramot Galadski.

Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ραμὼθ Γαλαάδ.

0
29

I reče car Izrailjev Josafatu: ja ću se preobući kad pođem u boj, a ti obuci svoje odijelo. I preobuče se car Izrailjev, i otidoše u boj.

καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

0
30

A car Sirski zapovjedi vojvodama od kola svojih govoreći: ne udarajte ni na maloga ni na velikoga nego na samoga cara Izrailjeva.

καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ' αὐτοῦ λέγων· μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ' ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.

0
31

A kad vojvode od kola vidješe Josafata, rekoše: to je car Izrailjev. I okrenuše se na nj da udare. Ali Josafat povika, i Gospod mu pomože, i odvrati ih Bog od njega.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν· βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπ' αὐτοῦ.

0
32

Jer vidjevši vojvode od kola da nije car Izrailjev, otstupiše od njega.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ.

0
33

A jedan zastrijeli iz luka nagonom i ustrijeli cara Izrailjeva gdje spuča oklop. A on reče svojemu vozaču: savij rukom svojom i izvezi me iz boja, jer sam ranjen.

καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ· ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

0
34

I boj bi žestok onoga dana, a car Izrailjev zaosta na kolima svojim prema Sircima do večera, i umrije o sunčanom zahodu.

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

0