Stari zavet
A poslije toga sinovi Moavovi i sinovi Amonovi i s njima koji žive među sinovima Amonovijem, dođoše da vojuju na Josafata.
ΚΑΙ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωάβ, καὶ υἱοὶ Ἀμμὼν καὶ μετ' αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.
I dođoše te javiše Josafatu govoreći: ide na te veliko mnoštvo ispreko mora, iz Sirije; i eno ih u Asason-Tamaru, a to je En-Gad.
καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες· ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσασὰν Θαμὰρ (αὕτη ἐστὶν Ἐγγαδί).
A Josafat se uplaši, i obrati lice svoje da traži Gospoda, i oglasi post po svoj zemlji Judinoj.
καὶ ἐφοβήθη καὶ ἔδωκεν Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδᾳ.
I skupiše se svi sinovi Judini da traže Gospoda, i iz svijeh gradova Judinijeh dođoše da traže Gospoda.
καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα ἦλθον ζητῆσαι τὸν Κύριον.
Tada stade Josafat u zboru Judinu i Jerusalimskom u domu Gospodnjem pred trijemom novijem,
καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
I reče: Gospode Bože otaca naših! nijesi li ti Bog na nebu i vladaš svijem carstvima narodnijem? nije li u tvojoj ruci moć i sila da ti niko ne može odoljeti?
καὶ εἶπε· Κύριε ὁ Θεὸς τῶν πατέρων μου, οὐχὶ σὺ εἶ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστι πρός σε ἀντιστῆναι;
Nijesi li ti, Bože naš, odagnao stanovnike ove zemlje ispred naroda svojega Izrailja, i dao je navijek sjemenu Avrama prijatelja svojega?
οὐχὶ σὺ ὁ Κύριος ὁ ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ἰσραὴλ καὶ ἔδωκας αὐτὴν σπέρματι Ἁβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;
Te se naseliše u njoj, i sagradiše ti u njoj svetinju za ime tvoje govoreći:
καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες·
Kad nas zadesi kako zlo, mač osvetni ili pomor ili glad, staćemo pred ovijem domom i pred tobom, jer je ime tvoje u ovom domu, i vapićemo tebi u nevolji svojoj, usliši i izbavi.
ἐὰν ἐπέλθῃ ἐφ' ἡμᾶς κακά, ρομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.
A sad evo, sinovi Amonovi i Moavovi i oni iz gore Sira, kroz koje nijesi dao sinovima Izrailjevijem proći kad iđahu iz zemlje Misirske, nego ih obidoše i ne istrijebiše;
καὶ νῦν ἰδοὺ οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι' αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ' αὐτῶν καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς.
A evo, oni nam vraćaju došavši da nas istjeraju iz našljedstva tvojega, koje si nam predao.
καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ' ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.
Bože naš, zar im nećeš suditi? jer u nama nema snage da se opremo tome mnoštvu velikom, koje ide na nas, niti mi znamo što bismo činili, nego su oči naše uprte u te.
Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ' ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ' ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.
A svi sinovi Judini stajahu pred Gospodom i djeca njihova, žene njihove i sinovi njihovi.
καὶ πᾶς Ἰούδας ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν.
Tada siđe duh Gospodnji usred zbora na Jazila sina Zaharije sina Venaje sina Jeila sina Matanijina, Levita između sinova Asafovijeh,
καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Βαναίου τῶν υἱῶν Ἐλεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσάφ, ἐγένετο ἐπ' αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ
I reče: slušajte, svi sinovi Judini i Jerusalimljani, i ti care Josafate, ovako vam veli Gospod: ne bojte se i ne plašite se toga mnoštva velikoga, jer nije vaš rat nego Božji.
καὶ εἶπεν· ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς· μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ' ἢ τῷ Θεῷ.
Sjutra izidite na njih; oni će poći uz brdo Zis, i naći ćete ih nakraj potoka prema pustinji Jeruilu.
αὔριον κατάβητε ἐπ' αὐτούς· ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν Ἀσάς, καὶ εὑρήσετε αὐτοὺς ἐπ' ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ.
Ne treba vi da se bijete u ovom boju; postavite se, stojte pa gledajte kako će vas izbaviti Gospod, Judo i Jerusalime! ne bojte se i ne plašite se, sjutra izidite pred njih, i Gospod će biti s vama.
οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθ' ὑμῶν, Ἰούδα καὶ Ἱερουσαλήμ· μὴ φοβηθῆτε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθ' ὑμῶν.
Tada se Josafat savi licem k zemlji, i svi Judejci i Jerusalimljani padoše pred Gospodom, i pokloniše se Gospodu.
καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ.
A Leviti od sinova Katovijeh i sinova Korejevijeh ustaše, te hvališe Gospoda Boga Izrailjeva glasom veoma visokim.
καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κορὲ αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.
A ujutru ustavši rano izidoše u pustinju Tekujsku; a kad izlažahu, stade Josafat i reče: čujte me, Judejci i Jerusalimljani: vjerujte Gospodu Bogu svojemu i bićete jaki, vjerujte prorocima njegovijem i bićete srećni.
Καὶ ὤρθρισαν πρωΐ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ, καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε καὶ εἶπεν· ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.
I tako dogovoriv se s narodom postavi pjevače Gospodnje da hvale svetu krasotu idući pred vojskom i govoreći: hvalite Gospoda, jer je dovijeka milost njegova.
καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον· ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
A kad počeše pjesmu i hvalu, obrati Gospod zasjedu na sinove Amonove i sinove Moavove i na one iz gore Sira, koji izidoše na Judu, te se razbiše.
καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.
Jer sinovi Amonovi i sinovi Moavovi ustaše na one iz gore Sira da ih pobiju i potru; i kad pobiše one iz gore Sira, udariše jedni na druge, te se potrše.
καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.
A kad Juda dođe do stražare prema pustinji, i pogleda na mnoštvo, a to mrtva tjelesa leže po zemlji, i nijedan ne bješe ostao živ.
καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψε καὶ εἶδε τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.
Zato dođe Josafat sa narodom svojim da pokupe plijen; i nađoše kod njih mnogo blaga i dragocjenijeh nakita na mrtvacima, i naplijeniše da već ne mogoše nositi; tri dana kupiše plijen, jer ga bješe mnogo.
καὶ ἐξῆλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἐν αὐτοῖς. καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.
A četvrti dan skupiše se u dolini blagoslovnoj, jer ondje blagosloviše Gospoda; zato se prozva mjesto dolina blagoslovna do danas.
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν Κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.
Potom okrenuše svi Judejci i Jerusalimljani i Josafat pred njima da se vrate u Jerusalim s veseljem, jer ih oveseli Gospod neprijateljima njihovijem.
καὶ ἐπέστρεψε πᾶς ἀνὴρ Ἰούδα εἰς Ἱερουσαλὴμ καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν,
I dođoše u Jerusalim sa psaltirima i guslama i trubama u dom Gospodnji.
καὶ εἰσῆλθον εἰς Ἱερουσαλὴμ ἐν νάβλαις καὶ κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου.
I strah Božji dođe na sva carstva zemaljska kad čuše da je Gospod vojevao na neprijatelje Izrailjeve.
καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ.
I tako se smiri carstvo Josafatovo, jer mu Bog njegov dade mir otsvuda.
καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ Θεὸς αὐτοῦ κυκλόθεν.
I carovaše Josafat nad Judom; trideset i pet godina bijaše mu kad poče carovati; i carova dvadeset i pet godina u Jerusalimu. Materi mu bješe ime Azuva, kći Silejeva.
Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰούδαν, ὢν ἐτῶν τριακονταπέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλί.
I hođaše putem oca svojega Ase, niti zađe s njega, čineći što je pravo pred Gospodom.
καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσὰ καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου·
Ali visine ne biše oborene, jer još ne bješe narod upravio srca svojega k Bogu otaca svojih.
ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνε τὴν καρδίαν αὐτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
A ostala djela Josafatova prva i pošljednja, eno zapisana su u knjizi Juja sina Ananijeva, koja je stavljena u knjigu o carevima Izrailjevijem.
καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰοὺ τοῦ Ἀνανί, ὃς κατέγραψε βιβλίον βασιλέων Ἰσραήλ.
Potom združi se Josafat car Judin s Ohozijom carem Izrailjevijem, koji činjaše bezakonja.
Καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς Ὀχοζίαν βασιλέα Ἰσραήλ (καὶ οὗτος ἠνόμησεν)
A združi se s njim zato da načine lađe da idu u Tarsis; i načiniše lađe u Esion-Gaveru.
ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσεῖς καὶ ἐποίησε πλοῖα ἐν Γασιὼν Γαβέρ.
Tada prorokova Elijezer sin Dodavin iz Marise za Josafata govoreći: što si se združio s Ohozijom, zato Gospod razmetnu djela tvoja. I razbiše se lađe i ne mogoše ići u Tarsis.
καὶ ἐπροφήτευσεν Ἐλιέζερ ὁ τοῦ Δωδία ἀπὸ Μαρισῆς ἐπὶ Ἰωσαφὰτ λέγων· ὡς ἐφιλίασας τῷ Ὀχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.