2. Dnevnika 23

Stari zavet

1

A sedme godine oslobodi se Jodaj, i uze k sebi stotinike Azariju sina Jeroamova i Ismaila sina Joananova i Azariju sina Ovidova i Masiju sina Adajeva i Elisafata sina Zihrijeva, i uhvati vjeru s njima,

ΚΑΙ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδαὲ καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ καὶ τὸν Μαασαίαν υἱὸν Ἀδαΐα καὶ τὸν Ἐλισαφὰν υἱὸν Ζαχαρίου, μεθ' ἑαυτοῦ εἰς οἶκον Κυρίου.

0
2

Te prolazeći zemlju Judinu sabraše Levite iz svijeh gradova Judinijeh i glavare porodica otačkih u Izrailju, i dođoše u Jerusalim.

καὶ ἐκύκλωσαν τὸν Ἰούδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ἰούδα καὶ ἄρχοντας πατριῶν τοῦ Ἰσραήλ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

0
3

I sav zbor učini vjeru u domu Božijem s carem; i Jodaj im reče: evo, sin će carev carovati, kao što je rekao Gospod za sinove Davidove.

καὶ διέθεντο πᾶσα ἡ ἐκκλησία Ἰούδα διαθήκην ἐν οἴκῳ τοῦ Θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Δαυίδ.

0
4

Ovo učinite: trećina vas koji dolazite u subotu između sveštenika i Levita neka budu vratari na pragu;

νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,

0
5

A druga trećina neka bude u carskom dvoru; a ostala trećina na vratima od temelja, a sav narod u trijemovima doma Gospodnjega.

καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου.

0
6

Niko da ne ulazi u dom Gospodnji osim sveštenika i onijeh Levita koji služe; oni neka ulaze, jer su posvećeni, a sav narod neka čini što je Gospod zapovjedio da čini.

καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσι, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς Κυρίου.

0
7

I Leviti neka opkole cara svaki s oružjem svojim u ruci; i ko bi god ušao u dom, da se pogubi; i budite uz cara kad stane ulaziti i izlaziti.

καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐκπορευομένου καὶ εἰσπορευομένου αὐτοῦ.

0
8

I učiniše Leviti i sav narod Judin sve što zapovjedi sveštenik Jodaj; i uzeše svaki svoje ljude koji dolažahu u subotu i koji odlažahu u subotu; jer Jodaj sveštenik ne otpusti redova.

καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ἰούδα κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς Ἰωδαὲ ὁ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ' ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ἰωδαὲ ὁ ἱερεὺς τὰς ἐφημερίας.

0
9

I dade Jodaj sveštenik stotinicima koplja i štitove i štitiće cara Davida što bijahu u domu Božijem.

καὶ ἔδωκεν Ἰωδαὲ τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἃ ἦν τοῦ βασιλέως Δαυίδ, ἐν οἴκῳ τοῦ Θεοῦ.

0
10

I postavi sav narod sve s oružjem u ruku, od desne strane doma do lijeve prema oltaru i prema domu, oko cara.

καὶ ἔστησε τὸν λαὸν πάντα, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

0
11

Tada izvedoše sina careva, i metnuše mu na glavu vijenac, i daše mu svjedočanstvo, i zacariše ga, i Jodaj i sinovi njegovi pomazaše ga i rekoše: da živi car!

καὶ ἐξήγαγε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ ὁ ἱερεὺς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

0
12

A kad Gotolija ču viku naroda koji se stjecaše i hvaljaše cara, dođe k narodu u dom Gospodnji.

καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου.

0
13

I pogleda, i gle, car stajaše kod svojega stupa na ulasku, a knezovi i trube oko cara, i sav narod zemaljski radovaše se i trube trubljahu i pjevači pjevahu uz oruđa muzička i oni koji počinjahu u pjevanju. Tada razdrije Gotolija haljine svoje i povika: buna! buna!

καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες καὶ οἱ ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καί ὑμνοῦντες αἶνον· καὶ διέρρηξε Γοθολία τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν· ἐπιτιθέμενοι ἐπιτίθεσθε.

0
14

A Jodaj sveštenik zapovjedi da izidu stotinici koji bijahu nad vojskom, i reče im: izvedite je iz vrsta napolje, i ko pođe za njom neka se pogubi mačem; jer reče sveštenik: nemojte je ubiti u domu Gospodnjem.

καὶ ἐξῆλθεν Ἰωδαὲ ὁ ἱερεύς, καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς· ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου.

0
15

I načiniše joj mjesto, te otide kako se ide vratima konjskim u dom carev, i ondje je pogubiše.

καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.

0
16

Tada Jodaj učini vjeru među sobom i svijem narodom i carem da će biti narod Gospodnji.

καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ Κυρίῳ.

0
17

Potom sav narod otide u dom Valov, i raskopaše ga, i oltare njegove i likove njegove izlomiše, a Matana sveštenika Valova ubiše pred oltarima.

καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.

0
18

I Jodaj uredi opet službu u domu Gospodnjem među sveštenicima i Levitima, koje David bješe odredio domu Gospodnjemu, da bi prinosili žrtve paljenice Gospodu, kao što piše u zakonu Mojsijevu, s veseljem i pjesmama po naredbi Davidovoj.

καὶ ἐνεχείρισεν Ἰωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ.

0
19

Postavi i vratare na vratima doma Gospodnjega da ne bi ulazio nečist oda šta mu drago.

καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.

0
20

I uze stotinike i znatnije ljude i koji upravljahu narodom, sav narod zemaljski, i izvede cara iz doma Gospodnjega i uđoše visokim vratima u dom carski, i posadiše cara na carski prijesto.

καὶ ἔλαβε τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας.

0
21

I radovaše se sav narod zemaljski, i grad se umiri, kad Gotoliju ubiše mačem.

καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε, καὶ τὴν Γοθολίαν ἐθανάτωσαν μαχαίρᾳ.

0