2. Dnevnika 32

Stari zavet

1

Poslije tijeh stvari i pošto se one utvrdiše, dođe Senahirim car Asirski, i uđe u zemlju Judinu, i opkoli tvrde gradove, i mišljaše ih osvojiti.

ΚΑΙ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς.

0
2

A kad vidje Jezekija gdje dođe Senahirim i gdje se okrenu da udari na Jerusalim,

καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχηρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἱερουσαλήμ,

0
3

Učini vijeće s knezovima svojim i s junacima svojim da zaroni izvore vodene, koji bijahu iza grada, i pomogoše mu.

καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.

0
4

Jer se sabra mnoštvo naroda, te zaroniše sve izvore i potok koji teče posred zemlje govoreći: zašto kad dođu carevi Asirski da nađu toliko vode?

καὶ συνήγαγε λαὸν πολὺν καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.

0
5

I ohrabri se, te ozida vas zid oboreni, i podiže kule, i spolja ozida još jedan zid; i utvrdi Milon u gradu Davidovu, i načini mnogo oružja i štitova.

καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά.

0
6

I postavi vojvode nad narodom, i sabra ih k sebi na ulicu kod vrata gradskih, i govori im ljubazno i reče:

καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων·

0
7

Budite slobodni i hrabri, ne bojte se i ne plašite se cara Asirskoga ni svega mnoštva što je s njim, jer je s nama veći nego s njim.

ἰσχύσατε καὶ ἀνδρίζεσθε καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτοῦ·

0
8

S njim je mišica tjelesna a s nama je Gospod Bog naš da nam pomože i da bije naše bojeve. I narod se osloni na riječi Jezekije cara Judina.

μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.

0
9

Potom Senahirim car Asirski dok bješe na Lahisu sa svom silom svojom, posla sluge svoje u Jerusalim k Jezekiji caru Judinu i ka svemu narodu Judinu koji bijaše u Jerusalimu, i poruči:

καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ Ἱερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα ἡ στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλε πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰούδα τὸν ἐν Ἱερουσαλὴμ λέγων·

0
10

Ovako veli Senahirim car Asirski: u što se uzdate, te stojite u Jerusalimu zatvoreni?

οὕτως λέγει Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων· ἐπὶ τί ὑμεῖς πεποίθατε καὶ καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἱερουσαλήμ;

0
11

Ne nagovara li vas Jezekija da vas pomori glađu i žeđu govoreći: Gospod Bog naš izbaviće nas iz ruku cara Asirskoga?

οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων· Κύριος ὁ Θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;

0
12

Nije li taj Jezekija oborio visine njegove i oltare njegove, i zapovjedio Judi i Jerusalimljanima govoreći: klanjajte se samo pred jednijem oltarom i na njemu kadite?

οὐχ οὗτός ἐστιν Ἐζεκίας, ὃς περιεῖλε τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ λέγων· κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτῷ θυμιάσατε;

0
13

Eda li ne znate šta sam učinio ja i moji stari od svijeh naroda na zemlji? jesu li bogovi naroda zemaljskih mogli izbaviti zemlju svoju iz mojih ruku?

οὐ γνώσεσθε ὅ,τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;

0
14

Koji je između svijeh bogova onijeh naroda koje zatrše oci moji, mogao izbaviti svoj narod iz mojih ruku, da bi mogao vaš bog vas izbaviti iz moje ruke?

τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;

0
15

Nemojte dakle da vas vara Jezekija i da vas tako nagovara, i ne vjerujte mu; jer nijedan bog nijednoga naroda ili carstva nije mogao izbaviti naroda svojega iz mojih ruku ni iz ruku mojih otaca, akamoli će vaši bogovi izbaviti vas iz mojih ruku?

νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.

0
16

I još više govoriše sluge njegove na Gospoda Boga i na Jezekiju slugu njegova.

καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.

0
17

A i knjigu napisa ružeći Gospoda Boga Izrailjeva i govoreći na nj riječima: kao što bogovi naroda zemaljskih nijesu izbavili svojega naroda iz mojih ruku, tako neće ni Bog Jezekijin izbaviti naroda svojega iz mojih ruku.

καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν Ἰσραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων· ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου,

0
18

I vikahu iza glasa Judejski narodu Jerusalimskom koji bijaše na zidu da ih uplaše i smetu da bi uzeli grad.

καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ ἐπὶ τὸν λαὸν Ἱερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους, τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.

0
19

I govorahu o Bogu Jerusalimskom kao o bogovima naroda zemaljskih, koji su djelo ruku čovječijih.

καὶ ἐλάλησεν ἐπὶ Θεὸν Ἱερουσαλήμ, ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

0
20

Tada se pomoli toga radi car Jezekija i prorok Isaija sin Amosov, i vapiše k nebu.

καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.

0
21

I posla Gospod anđela, koji pobi sve junake i vojvode i knezove u vojsci cara Asirskoga, te se vrati sa sramotom u svoju zemlju. I kad uđe u kuću svojega boga, ubiše ga ondje mačem koji izidoše od bedara njegovijeh.

καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.

0
22

Tako sačuva Gospod Jezekiju i narod Jerusalimski od ruku Senahirima cara Asirskoga i od ruku svijeh drugih, i čuva ih na sve strane.

καὶ ἔσωσε Κύριος τὸν Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.

0
23

I mnogi donošahu dare Gospodu u Jerusalim i zaklade Jezekiji caru Judinu; i od tada se uzvisi pred svijem narodima.

καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.

0
24

U to vrijeme razbolje se Jezekija na smrt, i pomoli se Gospodu, koji mu progovori i učini mu čudo.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας ἕως θανάτου· καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.

0
25

Ali Jezekija ne postupi prema dobru koje mu se učini, jer se ponese srce njegovo; zato se podiže na nj gnjev i na Judu i na Jerusalim.

καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Ἐζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.

0
26

Ali se ponizi Jezekija zato što se bješe ponijelo srce njegovo, i on i Jerusalimljani, te ne dođe na njih gnjev Gospodnji za života Jezekijina.

καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.

0
27

A imaše Jezekija vrlo veliko blago i slavu; i načini sebi riznice za srebro i zlato i za drago kamenje i za mirise i za štitove i za svakojake zaklade,

καὶ ἐγένετο τῷ Ἐζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ

0
28

I staje za dohode od žita i od vina i od ulja, i staje za svakojaku stoku, i torove za ovce.

καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ κώμας καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια

0
29

I gradove sazida sebi, i imaše mnogo stoke, i ovaca i goveda, jer mu Bog dade veoma veliko blago.

καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.

0
30

Isti Jezekija zagati gornji izvor vode Giona, i pravo je svede dolje na zapadnu stranu grada Davidova; i bijaše srećan Jezekija u svakom poslu svom.

αὐτὸς Ἐζεκίας ἐνέφραξε τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυίδ· καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

0
31

Samo kad dođoše poslanici knezova Vavilonskih, koji poslaše k njemu da raspitaju za čudo koje bi u zemlji, ostavi ga Bog da bi ga iskušao da bi se znalo sve što mu je u srcu.

καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τό τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

0
32

A ostala djela Jezekijina i milosti njegove, eto, to je zapisano u utvari proroka Isaije sina Amosova i u knjizi o carevima Judinijem i Izrailjevijem.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἡσαΐου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

0
33

I počinu Jezekija kod otaca svojih, i pogreboše ga više grobova sinova Davidovijeh; i učiniše mu na smrti čast svi Judejci i Jerusalimljani. A na njegovo se mjesto zacari Manasija sin njegov.

καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

0