Stari zavet
Osam godina bijaše Josiji kad poče carovati, i carova trideset i jednu godinu u Jerusalimu.
ΩΝ ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
On činjaše što je pravo pred Gospodom i hođaše putovima Davida oca svojega i ne otstupaše ni nadesno ni nalijevo.
καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά.
Jer osme godine carovanja svojega, dok još bješe dijete, poče tražiti Boga Davida oca svojega; a dvanaeste godine poče čistiti Judeju i Jerusalim od visina i od lugova i od likova rezanijeh i livenijeh.
καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν περιβωμίων καὶ ἀπὸ τῶν χωνευτῶν.
Jer pred njim raskopaše oltare Valima, i likove sunčane koji bijahu na njima isiječe, i gajeve, i likove rezane i livene izlomi i satr, i razasu po grobovima onijeh koji im prinosiše žrtve;
καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ' αὐτῶν καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς
A kosti svešteničke sažeže na oltarima njihovijem; i očisti Judeju i Jerusalim;
καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια· καὶ ἐκαθάρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.
Tako i gradove Manasijine i Jefremove i Simeunove i do Neftalima, i pustoši njihove unaokolo.
καὶ ἐν πόλεσι Μανασσῆ καὶ Ἐφραὶμ καὶ Συμεὼν καὶ Νεφθαλὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ
I tako obori oltare i gajeve, i likove izlomi i satr, i sve likove sunčane isiječe po svoj zemlji Izrailjevoj; potom se vrati u Jerusalim.
καὶ κατέσπασε τὰ θυσιαστήρια καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.
A osamnaeste godine carovanja svojega, pošto očisti zemlju i dom, posla Safana sina Azalijina i Masiju zapovjednika gradskoga i Joaha sina Joahazova, pametara, da se opravi dom Gospoda Boga njegova.
Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλε τὸν Σαφὰν υἱὸν Ἐσελία καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
I oni otidoše ka Helkiji poglavaru svešteničkom, i predaše novce donesene u dom Božji, koje skupiše Leviti vratari od sinova Manasijinih i Jefremovijeh i od svega ostatka Izrailjeva, i od svega Jude i Venijamina, pa se vratiše u Jerusalim;
καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ Ἐφραὶμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἰκούντων ἐν Ἱερουσαλήμ,
I dadoše nastojnicima nad poslom, koji bijahu nad domom Gospodnjim, a oni ih davahu poslenicima koji rađahu u domu Gospodnjem opravljajući što je trošno i utvrđujući dom;
καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχῦσαι τὸν οἶκον.
Davahu drvodjeljama i kamenarima da se kupuje kamenje tesano i drvo za grede i da se pobrvnaju kuće koje bijahu razvalili carevi Judini.
καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς Ἰούδα·
A ti ljudi rađahu vjerno posao; i nad njima bijahu postavljeni Jat i Ovadija Leviti od sinova Merarijevih, i Zaharija i Mesulam od sinova Katovijeh da nastoje oko posla; i ti Leviti svi umijahu udarati u sprave muzičke.
καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ' αὐτῶν ἐπίσκοποι Ἰὲθ καὶ Ἀβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν.
I bijahu nad nosiocima i nad svijem poslenicima u svakoj službi, i pisari i upravitelji i vratari bijahu Leviti.
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασία καὶ ἐργασία, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
I kad iznošahu novce donesene u dom Gospodnji, nađe Helkija sveštenik knjigu zakona Gospodnjega danoga preko Mojsija.
καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εὗρε Χελκίας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ.
I kaza Helkija Safanu pisaru i reče: nađoh zakonik u domu Gospodnjem. I dade Helkija knjigu Safanu.
καὶ ἀπεκρίθη Χελκίας καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα· βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν.
A Safan odnese knjigu caru i javi mu govoreći: sluge tvoje rade sve što im je zapovjeđeno.
καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον· πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον,
Jer pokupivši novce što se nađoše u domu Gospodnjem, dadoše ih nastojnicima i poslenicima.
καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν.
I još kaza Safan pisar caru govoreći: knjigu mi dade Helkija sveštenik. I pročita je Safan caru.
καὶ ἀπήγγειλε Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λόγον λέγων· βιβλίον δέδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως.
A kad car ču šta govori zakon, razdrije haljine svoje.
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ.
I zapovjedi car Helkiji i Ahikamu sinu Safanovu i Avdonu sinu Mihejinu i Safanu pisaru i Asaji sluzi carevu, govoreći:
καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδὼν υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ παιδὶ τοῦ βασιλέως λέγων·
Idite upitajte Gospoda za me i za ostatak u Izrailju i Judi radi riječi ove knjige što se nađe, jer je velik gnjev Gospodnji koji se izlio na nas zato što oci naši ne držaše riječi Gospodnje da čine sve onako kako je napisano u ovoj knjizi.
πορεύθητε ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
I tako otide Helkija i ljudi carevi k Oldi proročici, ženi Saluma sina Tekuja sina Asre rizničara, a ona sjeđaše u Jerusalimu u drugom kraju, i govoriše s njom o tom.
καὶ ἐπορεύθη Χελκίας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς Ὄλδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ Ἀρὰς φυλάσσουσαν τὰς ἐντολάς καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν μασαναί καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.
A ona im reče: ovako veli Gospod Bog Izrailjev: kažite čovjeku koji vas je poslao k meni:
καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με.
Ovako veli Gospod: evo pustiću zlo na to mjesto i na stanovnike njegove, sve kletve napisane u knjizi, koju su pročitali caru Judinu.
οὕτω λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα,
Zato što me ostaviše i kadiše drugim bogovima da bi me gnjevili svijem djelima ruku svojih, zato će se izliti gnjev moj na to mjesto i neće se ugasiti.
ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
A caru Judinu koji vas je poslao da upitate Gospoda, ovako mu recite: ovako veli Gospod Bog Izrailjev za riječi koje si čuo:
καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον οὕτως ἐρεῖτε αὐτῷ· οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τοὺς λόγους, οὓς ἤκουσας,
Što je odmeknulo srce tvoje i ponizio si se pred Bogom kad si čuo što je rekao za to mjesto i za stanovnike njegove, i ponizivši se preda mnom razdro si haljine svoje i plakao preda mnom, zato i ja usliših tebe, veli Gospod.
καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος·
Evo, ja ću te pribrati k ocima tvojim, i na miru ćeš biti pribran u grob svoj, i nećeš vidjeti svojim očima zla koje ću pustiti na to mjesto i na stanovnike njegove. I kazaše to caru.
ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον,
Tada posla car te skupi sve starješine Judine i Jerusalimske.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ.
I otide car u dom Gospodnji i svi ljudi iz zemlje Judine i Jerusalimljani, i sveštenici i Leviti i vas narod, malo i veliko, i pročita im sve riječi knjige zavjetne, koja se nađe u domu Gospodnjem.
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.
I car stojeći na svom mjestu zadade vjeru pred Gospodom da će ići za Gospodom i držati zapovijesti njegove i svjedočanstva njegova i uredbe njegove svijem srcem i svom dušom svojom vršeći riječi toga zavjeta napisane u toj knjizi.
καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ.
I kaza, te pristaše svi koji se nađoše u Jerusalimu i u plemenu Venijaminovu; i činjahu Jerusalimljani po zavjetu Boga Boga otaca svojih.
καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν, καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.
I ukide Josija sve gadove po svijem krajevima sinova Izrailjevih, i učini, te svi koji bijahu u Izrailju služahu Gospodu Bogu svojemu. Svega vijeka njegova ne otstupiše od Gospoda Boga otaca svojih.
καὶ περιεῖλεν Ἰωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν Ἰσραήλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ ἐν Ἰσραὴλ τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.