2. Samuilova 1

Stari zavet

1

A po smrti Saulovoj, kad se David vrati pobivši Amalike i osta u Siklagu dva dana,

ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.

0
2

Trećega dana, gle, dođe jedan iz vojske Saulove razdrtijeh haljina i glave posute prahom; i došav k Davidu pade na zemlju i pokloni se.

καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

0
3

I reče mu David: otkuda ideš? A on mu reče: iz okola Izrailjskoga utekoh.

καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι.

0
4

A David mu reče: šta bi? kaži mi. A on reče: narod pobježe iz boja; i mnogo naroda pade i izgibe, pogibe i Saul i sin mu Jonatan.

καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.

0
5

A David reče momku koji mu donese glas: kako znaš da je poginuo Saul i sin mu Jonatan?

καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ;

0
6

A momak koji mu donese glas reče: slučajno dođoh na goru Gelvuju, a to se Saul naslonio na koplje svoje, kola i konjici približavahu se k njemu.

καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.

0
7

A on obazrevši se natrag ugleda me, pa me viknu, a ja mu rekoh: evo me.

καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα· ἰδοὺ ἐγώ.

0
8

A on mi reče: ko si? A ja mu rekoh: Amalik sam.

καὶ εἶπέ μοι· τίς εἶ σύ; καὶ εἶπα· Ἀμαληκίτης ἐγώ εἰμι.

0
9

A on mi reče: pristupi k meni i ubij me; jer me obuzeše muke, a još je sasvijem duša u meni.

καὶ εἶπε πρός με· στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.

0
10

I pristupih k njemu i ubih ga, jer sam znao da neće ostati živ pošto pade; i uzeh vijenac carski koji mu bješe na glavi i grivnu koja mu bješe na ruci, i evo donesoh gospodaru svojemu.

καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.

0
11

Tada David zgrabi haljine na sebi i razdrije ih; tako i svi ljudi koji bijahu s njim.

καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.

0
12

I ridaše i plakaše, i postiše do večera za Saulom i za Jonatanom sinom njegovijem i za narodom Gospodnjim i za domom Izrailjevijem što izgiboše od mača.

καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ.λαὸν Ἰοεἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πόθεν εἶ σύ; καὶ εἶπεν· υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.

0
13

I reče David momku koji mu donese glas: odakle si? A on reče: ja sam sin jednoga došljaka Amalika.

0
14

Reče mu David: kako te nije bilo strah podići ruku svoju i ubiti pomazanika Gospodnjega?

καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;

0
15

I dozva David jednoga između momaka svojih i reče: hodi, pogubi ga. A on ga udari, te umrije.

καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε.

0
16

I reče mu David: krv tvoja na tvoju glavu; jer tvoja usta svjedočiše na te govoreći: ja sam ubio pomazanika Gospodnjega.

καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ· τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.

0
17

Tada David narica ovako za Saulom i za Jonatanom sinom njegovijem,

Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.

0
18

I izgovori, da bi se učili sinovi Judini luku, i eto je napisano u knjizi istinitoga:

καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.

0
19

Diko Izrailjeva! na tvojim visinama pobijeni su; kako padoše junaci?

Στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί;

0
20

Ne kazujte u Gatu, i ne razglašujte po ulicama Askalonskim, da se ne vesele kćeri Filistejske i da ne igraju kćeri neobrezanijeh.

μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.

0
21

Gore Gelvujske! ne padala rosa ni dažd na vas, i ne rodilo polje za prinos, jer je tu bačen štit s junaka, štit Saulov, kao da nije pomazan uljem.

ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.

0
22

Bez krvi pobijenijeh i bez masti od junaka nije se vraćao luk Jonatanov, niti je mač Saulov dolazio natrag prazan.

ἀφ᾿ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή.

0
23

Saul i Jonatan, mili i dragi za života, ni na smrti se ne rastaviše; lakši od orlova bijahu.

Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.

0
24

Kćeri Izrailjeve! plačite za Saulom, koji vas je oblačio u skerlet lijepo, i kitio vas zlatnijem zakladima po haljinama vašim.

θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.

0
25

Kako padoše junaci u boju! Jonatan kako pogibe na tvojim visinama!

πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας.

0
26

Žao mi je za tobom, brate Jonatane; bio si mi mio vrlo; veća mi je bila ljubav tvoja od ljubavi ženske.

ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.

0
27

Kako padoše junaci, i propade oružje ubojito!

πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;

0