2. Samuilova 19

Stari zavet

1

I javiše Joavu: evo car plače i tuži za Avesalomom.

ΚΑΙ ἀνηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.

0
2

I pobjeda onoga dana pretvori se u žalost svemu narodu, jer narod ču u onaj dan gdje govore: žali car sina svojega.

καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.

0
3

I narod se u onaj dan krijaše ulazeći u grad kao što se krije narod koji se stidi kad pobjegne iz boja.

καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.

0
4

A car pokri lice svoje; i vikaše iza glasa: sine moj Avesalome! Avesalome sine moj, sine moj!

καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου Ἀβεσσαλώμ, Ἀβεσσαλὼμ υἱέ μου.

0
5

Tada uđe Joav k caru u kuću, i reče: posramio si danas sve sluge svoje, koje ti danas dušu sačuvaše, i sinovima tvojim i kćerima tvojim i ženama tvojim i inočama tvojim.

καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῃ£σχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου,

0
6

Jer ljubiš one koji mrze na te, a mrziš na one koji te ljube; jer si pokazao danas da ne mariš za vojvode i za sluge; i vidim danas da bi ti milo bilo da je Avesalom živ a mi svi da smo izginuli.

τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.

0
7

Zato ustani sada, i izidi i progovori lijepo slugama svojim; jer zaklinjem se Gospodom, ako ne izideš, neće nijedan ostati kod tebe ovu noć, i to će biti gore po te negoli sva zla koja su te snalazila od mladosti tvoje do sada.

καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.

0
8

Tada usta car, i sjede na vratima; i kazaše svemu narodu govoreći: evo, sjedi car na vratima. I dođe sav narod pred cara. Ali Izrailjci bjehu pobjegli, svak u svoj šator.

καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

0
9

I sav se narod svađaše među sobom po svijem plemenima Izrailjevim govoreći: car nas je izbavio iz ruku neprijatelja naših, i izbavio nas je iz ruku Filistejskih; a sada je pobjegao iz zemlje od Avesaloma.

Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ·

0
10

Avesalom pak, kojega pomazasmo za cara nad sobom, pogibe u boju. Sada dakle zašto oklijevate te ne dovedete natrag cara?

καὶ Ἀβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

0
11

Zato car David posla k Sadoku i Avijataru sveštenicima i poruči: govorite starješinama Judinijem i recite: zašto vi da budete pošljednji koji će cara natrag dovesti u kuću njegovu? Jer govor svega Izrailja dođe do cara u kuću njegovu.

καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

0
12

Vi ste moja braća, vi ste kost moja i tijelo moje. Zašto biste dakle bili pošljednji koji će natrag dovesti cara?

ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;

0
13

Recite i Amasi: nijesi li kost moja i tijelo moje? Bog neka mi učini tako i tako neka doda, ako mi ne budeš vojvoda dok si živ na mjesto Joava.

καὶ τῷ Ἀμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.

0
14

I skloni srca svijeh ljudi od roda Judina kao jednoga čovjeka, te poslaše k caru govoreći: vrati se sa svijem slugama svojim.

καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

0
15

I tako se car vrati, i dođe do Jordana; a Juda dođe do Galgala da srete cara i da ga prevede preko Jordana.

καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου, καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.

0
16

Pohitje i Simej sin Girin od Venijamina, koji bijaše iz Vaurima, i siđe s ljudima roda Judina na susret caru Davidu;

καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ

0
17

I tisuća ljudi bješe s njim od roda Venijaminova; također i Siva sluga doma Saulova s petnaest sinova svojih i dvadeset sluga svojih; i prijeđoše preko Jordana pred cara.

καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως

0
18

Preturiše i lađu da prevezu čeljad carevu i da učine što bi mu bilo ugodno. A Simej sin Girin pade pred carem, kad šćaše da prijeđe preko Jordana,

καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην

0
19

I reče caru: ne primi mi bezakonja, gospodaru moj, i ne pominji pakosti koju je učinio sluga tvoj u onaj dan kad je car gospodar moj izašao iz Jerusalima; neka car ne misli o tom.

καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἱερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,

0
20

Jer sluga tvoj vidi da je zgriješio; i evo došao sam danas prvi iz svega doma Josifova da sretem cara gospodara svojega.

ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

0
21

Ali odgovori Avisaj sin Serujin i reče: eda li toga radi neće poginuti Simej što je psovao pomazanika Gospodnjega?

καὶ ἀπεκρίθη Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;

0
22

A David reče: šta je vama do mene, sinovi Serujini, te ste mi danas protivnici? zar će danas poginuti ko u Izrailju? jer zar ne znam da sam danas postao car nad Izrailjem?

καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ.

0
23

I reče car Simeju: nećeš poginuti. I zakle mu se car.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.

0
24

Tako i Mefivostej sin Saulov dođe caru na susret; on pak ne opra nogu svojih, niti brade svoje očešlja, ni opra haljine svoje od onoga dana kad otide car do dana kad se vrati s mirom.

καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.

0
25

I srete cara kad se vraćaše u Jerusalim; i reče mu car: zašto ne pođe sa mnom, Mefivosteju?

καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ, Μεμφιβοσθέ;

0
26

A on reče: caru gospodaru moj, prevari me sluga moj; jer sluga tvoj reče: osedlaću sebi magarca i uzjahaću ga i poći ću s carem; jer je hrom sluga tvoj.

καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·

0
27

I on opade slugu tvojega kod gospodara mojega cara; ali je car gospodar moj kao anđeo Božji; zato čini što ti je drago.

καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·

0
28

Jer sav dom oca mojega bijahu ljudi koji zaslužiše smrt pred carem gospodarem mojim, a ti posadi slugu svojega među one koji jedu za stolom tvojim. Pa kakvo imam još pravo, i kako se mogu još tužiti caru?

ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;

0
29

A car mu reče: šta bi mi više govorio? kazao sam: ti i Siva podijelite njivu.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.

0
30

A Mefivostej reče caru: neka uzme sve, kad se car gospodar moj vratio na miru u dom svoj.

καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.

0
31

I Varzelaj od Galada dođe iz Rogelima, i pođe s carem preko Jordana da ga prati preko Jordana.

καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην·

0
32

A bješe Varzelaj vrlo star, bješe mu osamdeset godina, i hranjaše cara dok bijaše u Mahanajimu, jer bješe vrlo bogat čovjek.

καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.

0
33

I reče car Varzelaju: hajde sa mnom; ja ću te hraniti kod sebe u Jerusalimu.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν Ἱερουσαλήμ.

0
34

Ali Varzelaj reče caru: koliko ima vijeka mojega, da idem s carem u Jerusalim?

καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;

0
35

Ima mi danas osamdeset godina; mogu li raspoznavati dobro i zlo? može li sluga tvoj kusom razlikovati što će jesti i što će piti? mogu li jošte slušati glas pjevačima i pjevačicama? i zašto bi sluga tvoj još bio na tegotu caru gospodaru mojemu?

υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;

0
36

Malo će proći sluga tvoj preko Jordana s carem; a zašto bi mi car tako naplatio?

ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;

0
37

Neka se sluga tvoj vrati, da umrem u svom gradu kod groba oca svojega i matere svoje. Nego evo, sluga tvoj Himam neka ide s carem gospodarem mojim, učini njemu što ti bude drago.

καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

0
38

A car reče: neka ide sa mnom Himam; ja ću mu učiniti što bude tebi drago, i što god zaišteš u mene, sve ću ti učiniti.

καὶ εἶπεν ὁ βασιλεύς· μετ' ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι.

0
39

I kad prijeđe sav narod preko Jordana i car prijeđe, cjelova car Varzelaja i blagoslovi ga, i on se vrati u mjesto svoje.

καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

0
40

Otuda car otide u Galgal, i Himam otide s njim. I tako sav narod Judin doprati cara, i polovina naroda Izrailjeva.

καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.

0
41

A gle, svi ljudi Izrailjci dođoše k caru i rekoše mu: zašto te ukradoše braća naša, ljudi Judini, i prevedoše preko Jordana cara i dom njegov i sve ljude Davidove s njim?

καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ' αὐτοῦ;

0
42

A svi ljudi od Jude odgovoriše ljudima od Izrailja: jer je car nama rod; pa što se srdite toga radi? jesmo li što pojeli caru? je li nas darom darivao?

καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν;

0
43

Tada odgovoriše ljudi od Izrailja ljudima od Jude, i rekoše: mi imamo deset dijelova u cara, i Davidu smo više nego vi; zašto dakle ne mariste za nas? nijesmo li mi prvi govorili da dovedemo natrag cara svojega? Ali besjeda ljudi od Jude bješe tvrđa od besjede ljudi od Izrailja.

0