2. Samuilova 21

Stari zavet

1

I bi glad za vremena Davidova tri godine zasopce. I David potraži lice Gospodnje; a Gospod mu reče: to je sa Saula i s doma njegova krvničkoga, što pogubi Gavaonjane.

ΚΑΙ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.

0
2

Tada car sazva Gavaonjane i govori im. A Gavaonjani ne bjehu od sinova Izrailjevijeh, nego ostatak od Amoreja, kojima se bjehu zakleli sinovi Izrailjevi, ali Saul gledaše da ih pobije revnujući za sinove Izrailjeve i Judine.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ἰσραήλ εἰσιν, ὅτι ἀλλ' ἢ ἐκ τοῦ λείμματος τοῦ Ἀμορραίου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα.

0
3

I reče David Gavaonjanima: šta da vam učinim i čim da vas namirim, da blagoslovite dostojanje Gospodnje?

καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας· τί ποιήσω ἡμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;

0
4

A Gavaonjani mu rekoše: ne tražimo ni srebra ni zlata od Saula ili od doma njegova, niti da se ko pogubi u Izrailju. A on reče: šta dakle velite da vam učinim?

καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται· οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ.

0
5

Tada rekoše caru: ko nas je potro i radio da nas istrijebi, da nas ne bude nigdje u međama Izrailjevijem,

καὶ εἶπε· τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἐφ' ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτόν, τοῦ μή ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ·

0
6

Od njegovijeh sinova neka nam se da sedam ljudi da ih objesimo Gospodu u Gavaji Saula izbranika Gospodnjega. I reče car: ja ću dati.

δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεύς· ἐγὼ δώσω.

0
7

Ali car poštjede Mefivosteja sina Jonatana sina Saulova radi zakletve Gospodnje, koja bi među njima, među Davidom i Jonatanom sinom Saulovijem.

καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον Ἰωνάθαν υἱοῦ Σαούλ·

0
8

I uze car dva sina Resfe kćeri Ajine, koje rodi Saulu, Armonija i Mefivosteja, i pet sinova Mihale kćeri Saulove, koje rodi Adrilu sinu Varzelaja Meolaćanina.

καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν Ἑρμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί,

0
9

I dade ih u ruke Gavaonjanima, a oni ih objesiše na gori pred Gospodom; i sva sedmorica pogiboše zajedno; a biše ubijeni prvijeh dana žetve, u početku ječmene žetve.

καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

0
10

A Resfa kći Ajina uze vreću, i prostrije po stijeni u početku žetve dokle ne pade na njih dažd s neba, i ne dadijaše pticama nebeskim da padaju na njih danju ni zvjerima poljskim noću.

καὶ ἔλαβε Ρεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.

0
11

I javiše Davidu šta učini Resfa kći Ajina, inoča Saulova.

καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ρεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων,

0
12

I David otide te uze kosti Saulove i kosti Jonatana sina njegova od građana u Javisu Galadovu, koji ih bijahu ukrali s ulice Vet-Sanske, gdje ih objesiše Filisteji kad ubiše Filisteji Saula na Gelvuji.

καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ,

0
13

I odnese odande kosti Saulove i kosti Jonatana sina njegova, pa skupiše i kosti obješenijeh.

καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.

0
14

I pogreboše ih s kostima Saulovijem i Jonatana sina njegova u zemlji Venijaminovoj u Sili u grobu Kisa oca njegova, i učiniše sve kako zapovjedi car. Tako se poslije toga umilostivi Gospod zemlji.

καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.

0
15

I nasta opet rat između Filisteja i Izrailja, i David otide sa slugama svojim, i biše se s Filistejima tako da David susta.

Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ. καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυίδ.

0
16

Tada Jesvi-Venov, koji bješe od sinova Rafajevijeh, i u koplju mu bješe trista sikala mjedi, i imaše novo oružje, šćaše da ubije Davida.

καὶ Ἰεσβί, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφὰ καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ.

0
17

Ali mu pomože Avisaj sin Serujin, i udari Filistejina i ubi ga. Tada se zakleše ljudi Davidovi rekavši mu: nećeš više ići s nama u boj da ne ugasiš vidjela Izrailjeva.

καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες· οὐκ ἐξελεύσῃ ἔτι μεθ' ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.

0
18

Poslije toga nasta opet rat s Filistejima u Govu; i tada Sivehaj Husaćanin ubi Safa, koji bijaše od sinova Rafajevih.

καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ραφά.

0
19

I opet nasta drugi rat u Govu s Filistejima; i tada Elhanan sin Jare-Oregimov Vitlejemac ubi brata Golijata Getejina, kojemu kopljača bješe kao vratilo.

καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

0
20

I opet nasta rat u Gatu, gdje bijaše jedan čovjek vrlo visok, koji imaše po šest prsta na rukama i na nogama, svega dvadeset i četiri, i on bijaše također roda Rafajeva.

καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ. καὶ ἦν ἀνὴρ μαδών, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφά.

0
21

I ružaše Izrailja, te ga ubi Jonatan sin Same brata Davidova.

καὶ ὠνείδισε τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεΐ ἀδελφοῦ Δαυίδ.

0
22

Ta četvorica bijahu sinovi istoga Rafaja iz Gata, i pogiboše od ruke Davidove i od ruke sluga njegovijeh.

οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ραφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυίδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

0