Amos 5

Stari zavet

1

Čujte ovu riječ, naricanje koje podižem za vama, dome Izrailjev.

ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾿ ὑμᾶς θρῆνον· οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι·

0
2

Pade, neće više ustati djevojka Izrailjeva; bačena je na zemlju svoju, nema nikoga da je podigne.

παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.

0
3

Jer ovako veli Gospod Gospod: u gradu iz kojega je izlazila tisuća ostaće stotina, a iz kojega je izlazila stotina u njemu će ostati deset domu Izrailjevu.

διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

0
4

Jer ovako veli Gospod domu Izrailjevu: tražite me, i bićete živi.

διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ· ἐκζητήσατέ με, καὶ ζήσεσθε·

0
5

A ne tražite Vetilja, i ne idite u Galgal, i ne prolazite u Virsaveju, jer će Galgal otići u ropstvo, a Vetilj će se obratiti u ništa.

καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.

0
6

Tražite Gospoda i bićete živi, da ne obuzme doma Josifova kao oganj i spali i ne bude nikoga da gasi Vetilj.

ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσήφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.

0
7

Koji obraćate sud u pelen, i pravdu na zemlju obarate,

Κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν,

0
8

Onoga tražite koji je stvorio zvijezde kola i štape, i koji pretvara sjen smrtni u jutro a dan u tamnu noć, koji doziva vode morske i proljeva ih po zemlji; ime mu je Gospod.

ὁ ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωΐ σκιὰν καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ·

0
9

Koji podiže pogibao na jakoga, te pogibao dođe na grad.

ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.

0
10

Mrze na onoga koji kara na vratima, i gade se na onoga koji govori pravo.

ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο.

0
11

Zato što gazite siromaha i uzimate od njega žito u danak, sagradiste kuće od tesana kamena, ali nećete sjedjeti u njima; nasadiste lijepe vinograde, ali nećete piti vina iz njih.

διὰ τοῦτο ἀνθ᾿ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾿ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.

0
12

Jer znam bezakonja vaša, kojih je mnogo, i grijehe vaše, koji su veliki, koji mučite pravednika, primate poklone i izvrćete pravdu ubogima na vratima.

ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.

0
13

Zato će pravedni mučati u ovo vrijeme, jer je zlo vrijeme.

διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.

0
14

Tražite dobro a ne zlo, da biste bili živi; i tako će Gospod Bog nad vojskama biti s vama, kako rekoste.

ἐκζητήσατε τὸ καλόν, καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ᾿ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε·

0
15

Mrzite na zlo i ljubite dobro, i postavite na vratima sud, ne bi li se Gospod Bog nad vojskama smilovao na ostatak Josifov.

μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

0
16

Zato ovako veli Gospod Bog nad vojskama, Gospod: biće tužnjava po svijem ulicama, i po svijem putovima govoriće: jaoh! jaoh! i zvaće ratare na žalost i na tužnjavu one koji umiju naricati.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ρηθήσεται· οὐαί, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον,

0
17

I po svijem će vinogradima biti tužnjava, jer ću proći posred tebe, govori Gospod.

καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.

0
18

Teško onima koji žele dan Gospodnji! što će vam dan Gospodnji? tada je mrak a ne vidjelo.

Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς.

0
19

Kao da bi ko bježao od lava pa bi ga sreo medvjed; ili kao da bi ko došao u kuću i naslonio se rukom na zid, pa bi ga zmija ujela.

ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις.

0
20

Nije li dan Gospodnji mrak a ne vidjelo? i tama, bez svjetlosti?

οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;

0
21

Mrzim na vaše praznike, odbacio sam ih, i neću da mirišem svetkovina vaših.

μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν·

0
22

Ako mi prinesete žrtve paljenice i prinose svoje, neću ih primiti, i neću pogledati na zahvalne žrtve od ugojene stoke vaše.

διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.

0
23

Ukloni od mene buku pjesama svojih, i sviranja psaltira tvojih neću da čujem.

μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·

0
24

Nego sud neka teče kao voda i pravda kao silan potok.

καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.

0
25

Jeste li meni prinosili žrtve i dare u pustinji četrdeset godina, dome Izrailjev?

μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ;

0
26

Nego ste nosili šator Moloha svojega, i Hijuna, likove svoje, zvijezdu boga svojega, koje sami sebi načiniste.

καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς.

0
27

Zato ću vas preseliti iza Damaska, govori Gospod, kojemu je ime Bog nad vojskama.

καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

0