Isaija 11

Stari zavet

1

Ali će izaći šibljika iz stabla Jesejeva, i izdanak iz korijena njegova izniknuće.

ΚΑΙ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ρίζης ἀναβήσεται.

0
2

I na njemu će počivati duh Gospodnji, duh mudrosti i razuma, duh savjeta i sile, duh znanja i straha Gospodnjega.

καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·

0
3

I mirisanje će mu biti u strahu Gospodnjem, a neće suditi po viđenju svojih očiju, niti će po čuvenju svojih ušiju karati.

ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,

0
4

Nego će po pravdi suditi siromasima i po pravici karati krotke u zemlji, i udariće zemlju prutom usta svojih, i duhom usana svojih ubiće bezbožnika.

ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·

0
5

I pravda će mu biti pojas po bedrima, i istina pojas po bocima.

καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς.

0
6

I vuk će boraviti s jagnjetom, i ris će ležati s jaretom, tele i lavić i ugojeno živinče biće zajedno, i malo dijete vodiće ih.

καὶ συμβοσκηθήσεται λύκος μετ᾿ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφω, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·

0
7

I krava i medvjedica zajedno će pasti, mlad njihova ležaće zajedno, i lav će jesti slamu kao vo.

καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα.

0
8

I dijete koje sisa igraće se nad rupom aspidinom, i dijete odbijeno od sise zavlačiće ruku svoju u rupu zmije vasilinske.

καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.

0
9

Neće uditi ni potirati na svoj svetoj gori mojoj, jer će zemlja biti puna poznanja Gospodnjega kao more vode što je puno.

καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

0
10

I u to će vrijeme za korijen Jesejev, koji će biti zastava narodima, raspitivati narodi, i počivalište njegovo biće slavno.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ρίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

0
11

I tada će Gospod opet podignuti ruku svoju da zadobije ostatak naroda svojega, što ostane od Asirske i od Misira i od Patrosa i od Etiopske i od Elama i od Senara i od Emata i od ostrva morskih.

καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνη προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας.

0
12

I podignuće zastavu narodima i prognane Izrailjeve i rasijane Judine sabraće s četiri kraja zemaljska,

καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

0
13

I nestaće zavisti Jefremove, i neprijatelji Judini istrijebiće se; Jefrem neće zavidjeti Judi, a Juda neće zlobiti Jefremu.

ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραὶμ καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφραὶμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραίμ.

0
14

Nego će složno letjeti na pleća Filistejima k zapadu; zajedno će plijeniti narode istočne; na Edomce i Moavce dignuće ruke svoje, i sinovi Amonovi biće im pokorni.

καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν, ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.

0
15

I Gospod će presušiti zaliv mora Misirskoga, i mahnuće rukom svojom svrh rijeke sa silnijem vjetrom svojim, i udariće je po sedam krakova da se može prelaziti u obući.

καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι·

0
16

I biće put ostatku naroda njegova, što ostane od Asirske, kao što je bio Izrailju kad izide iz zemlje Misirske.

καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

0