Isaija 17

Stari zavet

1

Breme Damasku. Gle, Damasak će se ukinuti da ne bude više grad, nego će biti gomila razvalina.

ΙΔΟΥ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν,

0
2

Gradovi Aroirski biće ostavljeni, biće za stada, te će u njima počivati, i niko ih neće plašiti.

καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.

0
3

Nestaće gradova Jefremovijeh i carstva u Damasku i ostatku Sirskom, biće kao slava sinova Izrailjevijeh, veli Gospod nad vojskama.

καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ. καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.

0
4

I u taj će dan istančati slava Jakovljeva, i debelo tijelo njegovo omršaće.

Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται.

0
5

Jer će biti kao kad žetelac sabira žito i rukom žanje klasje, i biće kao kad se kupi klasje u dolini Rafajskoj.

καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ

0
6

Ali će se ostaviti u njoj pabirci kao kad se otrese maslina, pa dvije tri ostanu u vrhu, i četiri pet na rodnijem granama, veli Gospod Bog Izrailjev.

καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ρῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾿ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῆ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ.

0
7

U to će vrijeme čovjek pogledati na tvorca svojega, i oči njegove gledaće na sveca Izrailjeva;

τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,

0
8

A neće pogledati na oltare, djelo ruku svojih, niti će gledati na ono što su načinili prsti njegovi, ni na lugove ni na likove sunčane.

καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα, οὐδὲ τὰ βδελύγματα αὐτῶν.

0
9

U to će vrijeme tvrdi gradovi njegovi biti kao ostavljen grm i ogranak, jer će se ostaviti radi sinova Izrailjevijeh, i biće pustoš.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον κατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι,

0
10

Jer si zaboravio Boga spasenja svojega, i nijesi se sjećao stijene sile svoje; zato sadi krasne sadove i lozu stranu presađuj;

διότι κατέλιπες τὸν Θεὸν τὸν σωτῆρά σου καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·

0
11

Danju radi da uzraste što posadiš, i jutrom gledaj da ti sjeme nikne; ali kad dođe do branja razgrabiće se, i ostaće ti ljuta žalost.

τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωΐ, ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώση τοῖς ὑἱοῖς σου.

0
12

Teško mnoštvu velikih naroda, što buče kao što buče mora, i uzavrelijem narodima, kojih stoji vreva kao silnijeh voda;

Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα οὕτω ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει.

0
13

Vreva stoji naroda kao velikih voda; ali će povikati na njih, i oni će pobjeći daleko, i biće gonjeni kao pljeva po brdima od vjetra i kao prah od vihora.

ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.

0
14

Uveče eto straha, i prije nego svane nema nikoga. To je dio onijeh koji nas gaze, i našljedstvo onijeh koji otimlju od nas.

πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωΐ καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

0