Isaija 19

Stari zavet

1

Breme Misiru. Gle, Gospod sjedeći na oblaku laku doći će u Misir; i zatrešće se od njega idoli Misirski, i srce će se rastopiti u Misircima.

ΙΔΟΥ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.

0
2

I razdražiću Misirce jedne na druge, te će vojevati brat na brata i prijatelj na prijatelja, grad na grad, carstvo na carstvo.

καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.

0
3

I nestaće duha Misiru, i namjeru njegovu razbiću; tada će pitati svoje idole i opsjenare i vrače i gatare.

καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.

0
4

I predaću Misirce u ruke žestokim gospodarima, i ljut će car vladati njima, veli Gospod, Gospod nad vojskama.

καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.

0
5

I nestaće vode iz mora, i rijeka će presahnuti i zasušiti se.

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται.

0
6

I rijeke će oteći, opašće i presahnuti potoci Misirski, trska i sita posušiće se.

καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου·

0
7

Trava kraj potoka, na ušću potoka, i svi usjevi kraj potoka posahnuće i nestaće ih i propašće.

καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.

0
8

I tužiće ribari i sjetovaće svi koji bacaju udicu, i koji razapinju mrežu po vodama zabrinuće se.

καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι.

0
9

I stidjeće se koji rade od tankoga lana, i koji tkaju tanko bijelo platno.

καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

0
10

I nasipi će mu se razvaliti, i koji zagrađuju ribnjake, svi će biti žalosna srca.

καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσι.

0
11

Doista, knezovi su Soanski bezumni, i savjet mudrijeh savjetnika Faraonovijeh lud je. Kako možete govoriti Faraonu: ja sam sin mudrijeh, sin starijeh careva?

καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ· υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

0
12

Gdje su? gdje su mudarci tvoji? Neka ti kažu ako znadu što je naumio za Misir Gospod nad vojskama.

ποῦ εἰσι νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν, τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον;

0
13

Poludješe knezovi Soanski; prevariše se knezovi Nofski; prelastiše Misir glave plemena njegovijeh.

ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.

0
14

Gospod je izlio među njih duh prijevaran, te učiniše da posrće Misir u svijem poslovima kao što posrće pijan čovjek bljujući.

Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.

0
15

I neće biti djela u Misiru što bi učinila glava ili rep, grana ili sita.

καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

0
16

Tada će biti Misirci kao žene; bojaće se i drktati od ruke Gospoda nad vojskama kad zamahne na njih.

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

0
17

I zemlja će Judina biti strah Misiru; ko je se god opomene, prepašće se radi namjere Gospoda nad vojskama što je naumio suprot njemu.

καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ αὐτήν.

0
18

U to će vrijeme biti pet gradova u zemlji Misirskoj koji će govoriti jezikom Hananskim i zaklinjati se Gospodom nad vojskama; jedan će se zvati grad Aheres.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν τῇ Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου σαβαώθ· πόλις ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.

0
19

U to će vrijeme biti oltar Gospodnji usred zemlje Misirske, i spomenik Gospodnji na međi njezinoj;

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ

0
20

I biće znak i svjedočanstvo Gospodu nad vojskama, u zemlji Misirskoj. Kad stanu vikati ka Gospodu na nasilnike, on će im poslati spasitelja i kneza i izbaviće ih.

καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

0
21

I biće poznat Gospod Misircima, i poznaće Misirci Gospoda u to vrijeme, i služiće mu žrtvama i darima, i zavjetovaće zavjete Gospodu, i izvršivaće.

καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι.

0
22

Tako će Gospod udariti Misir, i udariv iscijeliće, jer će se obratiti ka Gospodu, umoliće mu se, i iscijeliće ih.

καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.

0
23

U to će vrijeme biti put iz Misira u Asirsku, i Asirac će ići u Misir i Misirac u Asirsku, i služiće Gospodu Misirci s Asircima.

Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.

0
24

U to će vrijeme Izrailj biti treći s Misircima i Asircima, i biće blagoslov posred zemlje.

Τῇ ἡμέρᾳ ἐκείνη ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ,

0
25

Jer će ih blagosloviti Gospod nad vojskama govoreći: da je blagosloven moj narod Misirski i Asirski, djelo ruku mojih, i našljedstvo moje, Izrailj.

ἣν εὐλόγησε Κύριος σαβαὼθ λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ.

0