Isaija 31

Stari zavet

1

Teško onima koji idu u Misir za pomoć, koji se oslanjaju na konje, i uzdaju se u kola što ih je mnogo, i u konjike što ih je veliko mnoštvo, a ne gledaju na sveca Izrailjeva i ne traže Gospoda.

ΟΥΑΙ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ᾿ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἅρμασιν, ἔστι γὰρ πολλά, καὶ ἐφ᾿ ἵπποις, πλῆθος σφόδρα, καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν Κύριον οὐκ ἐζήτησαν.

0
2

Ali je i on mudar, i navući će zlo, i neće poreći svoje riječi, nego će ustati na dom nevaljalijeh ljudi i na one koji pomažu onima koji čine bezakonje.

καὶ αὐτὸς σοφῶς ἦγεν ἐπ᾿ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ᾿ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν,

0
3

A Misirci su ljudi a ne Bog, i konji su njihovi tijelo a ne duh; i zato će Gospod mahnuti rukom svojom, te će pasti pomagač, pašće i onaj kome pomaže, i svi će zajedno poginuti.

Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστι βοήθεια· ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾿ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.

0
4

Jer ovako mi reče Gospod: kao što lav i lavić riče nad lovom svojim, i ako se i sviče na nj mnoštvo pastira, on se ne plaši od vike njihove niti se pokorava na buku njihovu, tako će Gospod nad vojskama sići da vojuje za goru Sionsku i za hum njezin.

ὅτι οὕτως εἶπέ μοι Κύριος· ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θύρᾳ, ᾗ ἔλαβε, καὶ κεκράξῃ ἐπ᾿ αὐτῇ, ἓως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιών, ἐπὶ τὰ ὄρη αὐτῆς.

0
5

Kao ptice krilima Gospod će nad vojskama zaklanjati Jerusalim, i zaklanjajući izbaviće, i oblazeći sačuvaće.

ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος σαβαὼθ ὑπὲρ Ἱερουσαλήμ, ὑπερασπιεῖ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.

0
6

Vratite se k njemu, od kojega se sasvijem odvrgoste, sinovi Izrailjevi!

ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον.

0
7

Jer će u onaj dan svaki odbaciti idole svoje srebrne, i zlatne svoje idole, koje vam ruke vaše načiniše na grijeh.

ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χειροποίητα τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν.

0
8

I Asirac će pasti od mača ne čovječijega, i mač ne čovječji poješće ga, i bježaće ispred mača, i mladići će njegovi plaćati danak.

καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρός, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα,

0
9

I stijena će njegova proći od straha, i knezovi će se njegovi prepasti od zastave, veli Gospod, čiji je oganj na Sionu i peć u Jerusalimu.

πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος· μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ.

0