Stari zavet
Tješite, tješite narod moj, govori Bog vaš.
ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.
Govorite Jerusalimu ljubazno, i javljajte mu da se navršio rok njegov, da mu se bezakonje oprostilo, jer je primio iz ruke Gospodnje dvojinom za sve grijehe svoje.
ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
Glas je nekoga koji viče: pripravite u pustinji put Gospodnji, poravnite u pustoši stazu Bogu našemu.
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.
Sve doline neka se povise, i sve gore i bregovi neka se slegnu, i što je krivo neka bude pravo, i neravna mjesta neka budu ravna.
πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας·
I javiće se slava Gospodnja, i svako će tijelo vidjeti; jer usta Gospodnja govoriše.
καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.
Glas govori: viči. I reče: šta da vičem? Da je svako tijelo trava i sve dobro njegovo kao cvijet poljski.
φωνὴ λέγοντος· βόησον· καὶ εἶπα· τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
Suši se trava, cvijet opada kad duh Gospodnji dune na nj; doista je narod trava.
Suši se trava, cvijet opada; ali riječ Boga našega ostaje dovijeka.
τὸ δὲ ρῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.
Izidi na visoku goru, Sione, koji javljaš dobre glase; podigni silno glas svoj, Jerusalime, koji javljaš dobre glase; podigni, ne boj se. Kaži gradovima Judinijem: evo Boga vašega.
ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνή σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν.
Evo, Gospod Bog ide na jakoga, i mišica će njegova obladati njim; evo plata je njegova kod njega i djelo njegovo pred njim.
ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
Kao pastir pašće stado svoje; u naručje svoje sabraće jaganjce, i u njedrima će ih nositi, a dojilice će voditi polako.
ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Ko je izmjerio vodu grstima svojim i nebesa premjerio peđu? ko je mjerom izmjerio prah zemaljski, i gore izmjerio na mjerila i bregove na poteg?
Τί ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;
Ko je upravljao duh Gospodnji? ili mu bio savjetnik i naučio ga?
τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;
S kim se je dogovarao i ko ga je urazumio i naučio putu suda, i naučio ga znanju i pokazao mu put razuma?
ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;
Gle, narodi su kao kap iz vijedra, i kao praška na mjerilima broje se; gle, premješta ostrva kao prašak.
εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ροπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται·
Ni Livan ne bi bio dosta za oganj, i životinje njegove ne bi bile dosta za žrtvu paljenicu.
ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,
Svi su narodi kao ništa pred njim, manje negoli ništa i taština vrijede mu.
καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.
S kim ćete dakle izjednačiti Boga? i kaku ćete mu priliku naći?
τίνι ὡμοιώσατε Κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
Umjetnik lije lik, i zlatar ga pozlaćuje, i verižice srebrne lije.
μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν;
A ko je siromah, te nema šta prinijeti, bira drvo koje ne trune, i traži vješta umjetnika da načini rezan lik, koji se ne pomiče.
ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει εἰκόνα αὐτοῦ καὶ ἵνα μὴ σαλεύητε.
Ne znate li? ne čujete li? ne kazuje li vam se od iskona? ne razumijete li od temelja zemaljskih?
οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
On sjedi nad krugom zemaljskim, i njezini su mu stanovnici kao skakavci; on je razastro nebesa kao platno i razapeo ih kao šator za stan.
ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,
On obraća knezove u ništa, sudije zemaljske čini da su kao taština.
ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
Kao da nijesu posađeni ni posijani, i kao da im se stablo nije ukorijenilo u zemlji, čim dune na njih, posahnu, i vihor kao pljevu raznese ih.
οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ριζωθῇ εἰς τὴν γῆν ἡ ρίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς.
S kim ćete me dakle izjednačiti da bih bio kao on? veli sveti.
νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.
Podignite gore oči svoje i vidite; ko je to stvorio? ko izvodi vojsku svega toga na broj i zove svako po imenu, i velike radi sile njegove i jake moći ne izostaje nijedno?
ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα; ὁ ἐκφέρων κατ᾿ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾿ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε.
Zašto govoriš, Jakove, i kažeš, Izrailju: sakriven je put moj od Gospoda, i stvar moja ne izlazi pred Boga mojega?
Μὴ γὰρ εἶπῃς, Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ· ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε καὶ ἀπέστη;
Ne znaš li? nijesi li čuo da Bog vječni Gospod, koji je stvorio krajeve zemaljske, ne sustaje niti se utruđuje? razumu njegovu nema mjere.
καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος ὁ Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ·
On daje snagu umornome, i nejakome umnožava krjepost.
διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
Djeca se more i sustaju, i mladići padaju;
πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
Ali koji se nadaju Gospodu, dobijaju novu snagu, podižu se na krilima kao orlovi, trče i ne sustaju, hode i ne more se.
οἱ δὲ ὑπομένοντες τὸν Θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.