Stari zavet
Ali sada ovako veli Gospod, koji te je stvorio, Jakove, i koji te je sazdao, Izrailju: ne boj se, jer te otkupih, pozvah te po imenu tvom; moj si.
ΚΑΙ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακώβ, ὁ πλάσας σε, Ἰσραήλ· μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.
Kad pođeš preko vode, ja ću biti s tobom, ili preko rijeka, neće te potopiti; kad pođeš kroz oganj, nećeš izgorjeti i neće te plamen opaliti.
καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.
Jer sam ja Gospod, Bog tvoj, svetac Izrailjev, spasitelj tvoj; dadoh u otkup za te Misir, Etiopsku i Sevu mjesto tebe.
ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραὴλ ὁ σῴζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.
Otkako si mi postao drag, proslavio si se i ja te ljubih; i dadoh ljude za te i narode za dušu tvoju.
ἀφ᾿ οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγὼ σὲ ἠγάπησα· καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.
Ne boj se, jer sam ja s tobom; od istoka ću dovesti sjeme tvoje, i od zapada sabraću te.
μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.
Kazaću sjeveru: daj; i jugu: ne brani; dovedi sinove moje iz daleka i kćeri moje s krajeva zemaljskih,
ἐρῶ τῷ Βορρᾷ· ἄγε, καὶ τῷ Λιβί· μὴ κώλυε, ἅγιε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς,
Sve, koji se zovu mojim imenom i koje stvorih na slavu sebi, sazdah i načinih.
πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν·
Izvedi narod slijepi koji ima oči, i gluhi koji ima uši.
καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.
Svi narodi neka se skupe, i neka se saberu plemena; ko je između njih naprijed kazao to ili nam kazao što je bilo prije? Neka dovedu svjedoke svoje i opravdaju se; ili neka čuju, i reku: istina je.
πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.
Vi ste moji svjedoci, veli Gospod, i sluga moj kojega izabrah, da biste znali i vjerovali mi i razumjeli da sam ja; prije mene nije bilo Boga niti će poslije mene biti.
γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
Ja sam, ja sam Gospod, i osim mene nema spasitelja.
ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ja objavih, i spasoh, i naprijed kazah, a nikoji tuđ bog među vama, i vi ste mi svjedoci, veli Gospod, i ja sam Bog.
ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός.
Ja sam od prije nego dan posta, i niko ne može izbaviti iz moje ruke; kad radim, ko će smesti?
ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Ovako govori Gospod izbavitelj vaš, svetac Izrailjev: vas radi poslaću u Vavilon i pobacaću sve prijevornice, i Haldejce s lađama, kojima se hvale.
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ· ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.
Ja sam Gospod svetac vaš, stvoritelj Izrailjev, car vaš.
ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.
Ovako govori Gospod koji je načinio po moru put i po silnijem vodama stazu,
οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν ἐν ὕδατι ἰσχυρῷ τρίβον,
Koji izvodi kola i konje, vojsku i silu, da svi popadaju i ne mogu ustati, da se ugase kao što se gasi svještilo:
ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλ᾿ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον.
Ne pominjite što je prije bilo i ne mislite o starijem stvarima.
μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.
Evo, ja ću učiniti novo, odmah će nastati; nećete li ga poznati? Još ću načiniti u pustinji put, rijeke u suhoj zemlji.
ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ τῇ ἀνύδρῳ ποταμούς.
Slaviće me zvijeri poljske, zmajevi i sove, što sam izveo u pustinji vode, rijeke u zemlji suhoj, da napojim narod svoj, izbranika svojega.
εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,
Narod koji sazdah sebi, pripovjedaće hvalu moju.
λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
A ti, Jakove, ne priziva me, i bijah ti dosadan, Izrailju.
οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ.
Nijesi mi prinio jagnjeta na žrtvu paljenicu, i žrtvama svojim nijesi me počastio; nijesam te nagonio da mi služiš prinosima, niti sam te trudio da mi kadiš.
οὐκ ἐμοὶ ἤνεγκας πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,
Nijesi mi kupio za novce kada, niti si me pretilinom žrtava svojih nasitio, nego si me mučio svojim grijesima, i dosadio si mi bezakonjem svojim.
οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.
Ja, ja sam brišem tvoje prijestupe sebe radi, i grijeha tvojih ne pominjem.
ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ καὶ τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι.
Opomeni me, da se sudimo, kazuj, da se opravdaš.
σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιω- θῇς.
Otac tvoj prvi sagriješi, i učitelji tvoji skriviše mi.
οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ,
Zato ću izbaciti iz svetinje knezove, i daću Jakova u prokletstvo i Izrailja u sramotu.
καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.