Isaija 48

Stari zavet

1

Čujte ovo, dome Jakovljev, koji se zovete imenom Izrailjevijem, i iz vode Judine izidoste, koji se kunete imenom Gospodnjim, i Boga Izrailjeva pominjete, ali ne po istini i po pravdi.

ΑΚΟΥΣΑΤΕ ταῦτα, οἶκος Ἰακὼβ οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης

0
2

Jer se imenuju po svetom gradu, oslanjaju se na Boga Izrailjeva, kojemu je ime Gospod nad vojskama.

καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

0
3

Što je pređe bivalo, kazivah naprijed odavna, i što iz mojih usta izide i objavih, učinih brzo i zbi se.

τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε.

0
4

Znao sam da si uporan, i vrat da ti je gvozdena žila, i čelo da ti je od mjedi.

γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

0
5

I zato ti odavna objavih, prije nego se zbi kazah ti, da ne bi rekao: idol moj učini to, i lik moj rezani i lik moj liveni zapovjediše tako.

καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησε, καὶ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

0
6

Čuo si; pogledaj sve to; a vi nećete li objavljivati? otsele ti javljam novo i sakriveno, što nijesi znao;

ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας.

0
7

Sada se stvori, i nedavno, i prije ovoga dana nijesi čuo, da ne rečeš: gle, znao sam.

νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς· ναὶ γινώσκω αὐτά.

0
8

Niti si čuo ni znao, i prije ti se uši ne otvoriše, jer znadijah da ćeš činiti nevjeru, i da se zoveš prestupnik od utrobe materine.

οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ᾿ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.

0
9

Imena svojega radi ustegnuću gnjev svoj, i radi hvale svoje uzdržaću se prema tebi, da te ne istrijebim.

ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε.

0
10

Evo, pretopiću te, ali ne kao srebro, prebraću te u peći nevolje.

ἰδοὺ πέπρακά σε οὐκ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·

0
11

Sebe radi, sebe radi učiniću, jer kako bi se hulilo na ime moje? i slave svoje neću dati drugome.

ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.

0
12

Čuj me, Jakove i Izrailju, kojega ja pozvah: ja sam prvi, ja sam i pošljednji.

Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

0
13

I moja je ruka osnovala zemlju, i moja je desnica izmjerila nebesa peđu; kad ih zovnem, svi dođu.

καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτούς, καὶ στήσονται ἅμα

0
14

Skupite se svi i čujte: ko je od njih objavio ovo? Gospod ga miluje, on će izvršiti volju njegovu na Vavilonu, i mišica će njegova biti nasuprot Haldejcima.

καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.

0
15

Ja, ja rekoh, i pozvah ga, dovešću ga, i biće srećan na svom putu.

ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ.

0
16

Pristupite k meni, čujte ovo: od početka nijesam govorio tajno; otkako to bi, bijah ondje; a sada Gospod Gospod posla me i duh njegov.

προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾿ ἀρχῆς ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ.

0
17

Ovako veli Gospod, izbavitelj tvoj, svetac Izrailjev: ja sam Gospod Bog tvoj koji te učim da bi napredovao, vodim te putem kojim treba da ideš.

οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ ἅγιος Ἰσραήλ· ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ.

0
18

O, da si pazio na zapovjesti moje! mir bi tvoj bio kao rijeka, i pravda tvoja kao valovi morski;

καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·

0
19

I sjemena bi tvojega bilo kao pijeska, i poroda utrobe tvoje kao zrna njegovijeh; ime se njihovo ne bi zatrlo ni istrijebilo ispred mene.

καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.

0
20

Izidite iz Vavilona, bježite od Haldejaca; glasno pjevajući objavljujte, kazujte, razglašujte do krajeva zemaljskih; recite: izbavi Gospod slugu svojega Jakova.

Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται· ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ·

0
21

Neće ožednjeti kad ih povede preko pustinje; vodu iz stijene točiće im, jer će rascijepiti kamen i poteći će voda.

καὶ ἐὰν διψήσωσι, δι᾿ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ρυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

0
22

Nema mira bezbožnicima, veli Gospod.

οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.

0