Stari zavet
Ustani, svijetli se, jer dođe svjetlost tvoja, i slava Gospodnja obasja te.
ΦΩΤΙΖΟΥ φωτίζου Ἱερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
Jer, gle, mrak će pokriti zemlju i tama narode; a tebe će obasjati Gospod i slava njegova pokazaće se nad tobom.
ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.
I narodi će doći k vidjelu tvojemu i ka svjetlosti koja će te obasjati.
καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.
Podigni oči svoje unaokolo, i vidi: svi se skupljaju i idu k tebi, sinovi će tvoji iz daleka doći i kćeri tvoje nosiće se u naručju.
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται.
Tada ćeš vidjeti, i obradovaćeš se, i srce će ti se udiviti i raširiti, jer će se k tebi okrenuti mnoštvo morsko i sila naroda doći će k tebi.
τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι
Mnoštvo kamila prekriliće te, dromedari iz Madijama i Efe; svi iz Save doći će, zlato i kad donijeće, i slavu Gospodnju javljaće.
ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.
Sva stada Kidarska skupiće se k tebi, ovnovi Navajotski biće ti na potrebu; prineseni na oltaru mom biće ugodni, i dom slave svoje proslaviću.
καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
Ko su ono što lete kao oblaci i kao golubovi na prozore svoje?
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς;
Ostrva će me čekati i prve lađe Tarsiske, da dovezu sinove tvoje iz daleka, i s njima srebro njihovo i zlato njihovo, imenu Gospoda Boga tvojega i sveca Izrailjeva, jer te proslavi.
ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
I tuđini će sazidati zidove tvoje, i carevi njihovi služiće ti; jer u gnjevu svom udarih te, a po milosti svojoj pomilovaću te.
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.
I tvoja će vrata biti svagda otvorena, neće se zatvoriti ni danju ni noću, da ti se dovede sila naroda, i carevi njihovi da se dovedu.
καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
Jer narod i carstvo, koje ti ne bi služilo, poginuće, taki će se narodi sasvijem zatrti.
τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.
Slava Livanska tebi će doći, jela, brijest i šimšir, da ukrase mjesto svetinje moje da bih proslavio mjesto nogu svojih.
καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω.
I sinovi onijeh koji su te mučili doći će k tebi klanjajući se, i svi koji te preziraše padaće k stopalima nogu tvojih, i zvaće te gradom Gospodnjim, Sionom sveca Izrailjeva.
καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.
Što si bio ostavljen i mrzak tako da niko nije prolazio kroza te, mjesto toga ću ti učiniti vječnu slavu, i veselje od koljena do koljena.
διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
Jer ćeš mlijeko naroda sati, i sise carske dojićeš, i poznaćeš da sam ja Gospod spasitelj tvoj i izbavitelj tvoj, silni Jakovljev.
καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ἰσραήλ.
Mjesto mjedi donijeću zlata, i mjesto gvožđa donijeću srebra, i mjedi mjesto drva, i gvožđa mjesto kamenja, i postaviću ti za upravitelje mir i za nastojnike pravdu.
καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.
Neće se više čuti nasilje u tvojoj zemlji ni pustošenje i potiranje na međama tvojim; nego ćeš zvati zidove svoje spasenjem i vrata svoja hvalom.
καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
Neće ti više biti sunce vidjelo danju, niti će ti sjajni mjesec svijetliti; nego će ti Gospod biti vidjelo vječno i Bog tvoj biće ti slava.
καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.
Neće više zalaziti sunce tvoje, niti će mjesec tvoj pomrčati; jer će ti Gospod biti vidjelo vječno, i dani žalosti tvoje svršiće se.
οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.
I tvoj će narod biti sav pravedan, naslijediće zemlju navijek; mladica koju sam posadio, djelo ruku mojih biće na moju slavu.
καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.
Od maloga će postati tisuća i od nejakoga silan narod; ja Gospod brzo ću učiniti to kad bude vrijeme.
ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.