Isaija 62

Stari zavet

1

Siona radi neću umuknuti, i Jerusalima radi neću se umiriti, dokle ne izađe kao svjetlost pravda njegova i spasenje se njegovo razgori kao svijeća.

ΔΙΑ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.

0
2

Tada će vidjeti narodi pravdu tvoju i svi carevi slavu tvoju, i prozvaćeš se novijem imenom, koje će usta Gospodnja izreći.

καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.

0
3

I bićeš krasan vijenac u ruci Gospodnjoj i carska kruna u ruci Boga svojega.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.

0
4

Nećeš se više zvati ostavljena, niti će se zemlja tvoja zvati pustoš, nego ćeš se zvati milina moja i zemlja tvoja udata, jer ćeš biti mio Gospodu i zemlja će tvoja biti udata.

καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σὺ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται.

0
5

Jer kao što se momak ženi djevojkom, tako će se sinovi tvoji oženiti tobom; i kako se raduje ženik nevjesti, tako će se tebi radovati Bog tvoj.

καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

0
6

Na zidovima tvojim, Jerusalime, postavih stražare, koji neće umuknuti nigda, ni danju ni noću. Koji pominjete Gospoda, nemojte mučati.

καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

0
7

I ne dajte da se umukne o njemu dokle ne utvrdi i učini Jerusalim slavom na zemlji.

οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς.

0
8

Zakle se Gospod desnicom svojom i krjepkom mišicom svojom: neću više dati žita tvojega neprijateljima tvojim da jedu, niti će tuđini piti vina tvojega, oko kojega si se trudio;

ὤμοσε Κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ· εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ ᾧ ἐμόχθησας·

0
9

Nego koji ga žanju, oni će ga jesti i hvaliti Gospoda, i koji ga beru oni će ga piti u trijemovima svetinje moje.

ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.

0
10

Prođite, prođite kroz vrata, pripravite put narodu; poravnite, poravnite put, uklonite kamenje, podignite zastavu narodima.

πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

0
11

Evo, Gospod oglasi do krajeva zemaljskih; recite kćeri Sionskoj: evo, spasitelj tvoj ide; evo, plata je njegova kod njega i djelo njegovo pred njim.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.

0
12

I oni će se prozvati narod sveti, iskupljenici Gospodnji; a ti ćeš se prozvati: traženi, grad neostavljeni.

καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.

0