Isaija 7

Stari zavet

1

U vrijeme Ahaza sina Jotama sina Ozije cara Judina dođe Resin car Sirski i Fakej sin Remalijin car Izrailjev na Jerusalim da ga biju, ali ga ne mogoše uzeti.

ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ρασεὶμ βασιλεὺς Ἀρὰμ καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.

0
2

I dođe glas domu Davidovu i rekoše: Sirija se složi s Jefremom. A srce Ahazovo i srce naroda njegova ustrepta kao drveće u šumi od vjetra.

καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ λέγων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.

0
3

Tada reče Gospod Isaiji: izidi na susret Ahazu, ti i Sear-jasuv sin tvoj, nakraj jaza gornjega jezera, na put kod polja bjeljareva.

καὶ εἶπε Κύριος πρὸς Ἠσαΐαν· ἔξελθε εἰς συνάντησιν Ἄχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως

0
4

I reci mu: čuvaj se i budi miran, ne boj se i srce tvoje neka se ne plaši od dva kraja ovijeh glavanja što se puše, od raspaljenoga gnjeva Resinova i Sirskoga i sina Remalijina.

καὶ ἐρεῖς αὐτῷ· φυλάξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

0
5

Što se Sirci i Jefrem i sin Remalijin dogovoriše na tvoje zlo govoreći:

καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ρομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες·

0
6

Hajdemo na Judejsku da joj dosadimo i da je osvojimo i da postavimo u njoj carem sina Taveilova;

ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ·

0
7

Zato ovako veli Gospod Bog: neće se to učiniti, neće biti.

τάδε λέγει Κύριος σαβαώθ· οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται·

0
8

Jer je glava Siriji Damasak, a Damasku je glava Resin; i do šezdeset i pet godina satrće se Jefrem tako da više neće biti narod.

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ρασεὶμ   ἀλλ᾿ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ

0
9

I glava je Jefremu Samarija, a Samariji je glava sin Remalijin. Ako ne vjerujete, nećete se održati.

καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ρομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνιῆτε.

0
10

I još reče Gospod Ahazu govoreći:

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων·

0
11

Išti znak od Gospoda Boga svojega, išti ozdo iz dubine ili ozgo s visine.

αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.

0
12

A Ahaz reče: neću iskati, niti ću kušati Gospoda.

καὶ εἶπεν Ἄχαζ· οὐ μὴ αἰτήσω οὐδ᾿ οὐ μὴ πειράσω Κύριον.

0
13

Tada reče Isaija: slušajte sada, dome Davidov; malo li vam je što dosađujete ljudima, nego dosađujete i Bogu mojemu?

καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

0
14

Zato će vam sam Gospod dati znak: eto djevojka će zatrudnjeti i rodiće sina, i nadjenuće mu ime Emanuilo.

διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

0
15

Maslo i med ješće, dokle ne nauči odbaciti zlo a izabrati dobro.

βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν·

0
16

Jer prije nego nauči dijete odbaciti zlo a izabrati dobro, ostaviće zemlju, na koju se gadiš, dva cara njezina.

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.

0
17

Gospod će pustiti na te i na narod tvoj i na dom oca tvojega dane, kakih nije bilo otkad se Jefrem odvoji od Jude, preko cara Asirskoga.

ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ᾿ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.

0
18

I tada će Gospod zazviždati muhama koje su nakraj rijeka Misirskih, i pčelama koje su u zemlji Asirskoj;

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων,

0
19

I doći će i popadaće sve u puste doline i u kamene rasjeline i na sve česte i na svako drvce.

καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ραγάδα καὶ ἐν παντὶ ξύλῳ.

0
20

Tada će Gospod obrijati britvom zakupljenom ispreko rijeke, carem Asirskim, glavu i dlake po nogama, i bradu svu.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ.

0
21

I tada ko sačuva kravicu i dvije ovce,

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα,

0
22

Od mnoštva mlijeka što će davati ješće maslo; jer maslo i med ješće ko god ostane u zemlji.

καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν, γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

0
23

I tada će svako mjesto gdje ima tisuća čokota za tisuću srebrnika zarasti u čkalj i trnje.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν·

0
24

Sa strijelama i s lukom ići će se onamo, jer će sva zemlja biti čkalj i trnje.

μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.

0
25

A na sve gore koje su se kopale motikom, na njih neće doći strah od čkalja i trnja, nego će biti ispust volovima i gaziće ih ovce.

καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.

0