Stari zavet
I dopade dio sinovima Josifovijem od Jordana kod Jerihona, od vode Jerihonske k istoku, na pustinju koja ide od Jerihona na goru Vetiljsku,
ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά,
A od Vetilja ide na Luz i dolazi do međe Arhijske do Atarota,
καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθὶ
Potom ide na zapad do međe Jafletske pa do međe donjega Vet-Orona i do Gezera, i izlazi na more.
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
Tako dobiše našljedstvo sinovi Josifovi, Manasija i Jefrem.
καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ Ἐφραὶμ καὶ Μανασσῆ·
A bješe međa sinovima Jefremovijem po porodicama njihovijem, bješe međa našljedstva njihova k istoku Atarot-Adar do gornjega Vet-Orona,
καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά,
I izlazi međa na more kod Mihmete sa sjeverne strane, pa se obrće međa k istoku do Tanat-Silona, i prolazi s istoka do Janohe,
καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς Ἰανωκὰ
Potom slazi od Janohe do Atarota i Narata, i došavši do Jerihona udara u Jordan.
καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
Od Tafuje ide međa k istoku do potoka Kane i izlazi na more. To je našljedstvo plemena sinova Jefremovijeh po porodicama njihovijem.
καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν.
A gradovi bijahu odvojeni sinovima Jefremovijem u našljedstvu sinova Manasijinih, svi gradovi sa selima svojim.
καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
A ne izagnaše Hananejina koji življaše u Gezeru; zato ostaše Hananeji među sinovima Jefremovijem do danas plaćajući danak.
καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.