Isus Navin 21

Stari zavet

1

Tada dođoše glavari otačkih porodica Levitskih k Eleazaru svešteniku i k Isusu sinu Navinu i glavarima porodica otačkih i plemenima sinova Izrailjevijeh.

ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραὴλ

0
2

I rekoše im u Silomu u zemlji Hananskoj govoreći: Gospod je zapovjedio preko Mojsija da nam se dadu gradovi gdje ćemo živjeti i podgrađa njihova za stoku našu.

καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.

0
3

I dadoše sinovi Izrailjevi Levitima od našljedstva svojega po zapovijesti Gospodnjoj ove gradove i podgrađa njihova:

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.

0
4

Izide ždrijeb za porodice Katove; i dopade sinovima Arona sveštenika između Levita ždrijebom trinaest gradova od plemena Judina i od plemena Simeunova i od plemena Venijaminova.

καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς·

0
5

A ostalijem sinovima Katovijem dopade ždrijebom deset gradova od porodica plemena Jefremova i od plemena Danova i od polovine plemena Manasijina.

καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα·

0
6

A sinovima Girsonovijem dopade ždrijebom od porodica plemena Isaharova i od plemena Asirova i od plemena Neftalimova i od polovine plemena Manasijina u Vasanu trinaest gradova;

καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς·

0
7

Sinovima Merarijevim po porodicama njihovijem od plemena Ruvimova i od plemena Gadova i od plemena Zavulonova dvanaest gradova.

καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα.

0
8

Dadoše dakle sinovi Izrailjevi Levitima te gradove i podgrađa njihova ždrijebom, kao što bješe zapovjedio Gospod preko Mojsija.

καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί.

0
9

I dadoše od plemena sinova Judinijeh i od plemena sinova Simeunovijeh ove gradove koji se kazuju po imenima;

καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν

0
10

I dopade sinovima Aronovijem od porodica Katovijeh između sinova Levijevih, za koje pade prvi ždrijeb,

τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος.

0
11

Njima dopade: Kirijat-Arva, a Arva je otac Anakov, a taj je grad Hevron u gori Judinoj, s podgrađem svojim unaokolo.

καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν Ἐνὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς

0
12

A polje oko toga grada i sela njegova dadoše Halevu sinu Jefonijinu u našljedstvo.

καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει·

0
13

Dadoše dakle sinovima Arona sveštenika grad za utočište krvniku Hevron s podgrađem, i Livnu s podgrađem.

καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ.

0
14

I Jatir s podgrađem, i Estemoju s podgrađem,

καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
15

I Olon s podgrađem, i Davir s podgrađem,

καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
16

I Ajin s podgrađem, i Jutu s podgrađem, i Vet-Semes s podgrađem: devet gradova od ta dva plemena.

καὶ Ἀσὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.

0
17

A od plemena Venijaminova Gavaon s podgrađem, i Gavaju s podgrađem,

καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
18

Anatot s podgrađem, i Almon s podgrađem: četiri grada.

καὶ Ἀναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

0
19

Svega gradova sinova Arona sveštenika trinaest gradova s podgrađima.

πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων δεκατρεῖς.

0
20

A porodicama sinova Katovijeh, Levitima, što ih još bješe od sinova Katovijeh, dopadoše na njihov ždrijeb gradovi od plemena Jefremova;

καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ,

0
21

Dopade im grad za utočište krvniku Sihem s podgrađem u gori Jefremovoj, i Gezer s podgrađem,

καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
22

I Kivsajim s podgrađem, i Vet-Oron s podgrađem: četiri grada;

καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες.

0
23

A od plemena Danova: Eltekon s podgrađem, Giveton s podgrađem,

καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν Ἐλκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
24

Ajalon s podgrađem, Gat-Rimon s podgrađem: četiri grada.

καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

0
25

A od polovine plemena Manasijina: Tanah s podgrađem i Gat-Rimon s podgrađem: dva grada.

καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ἰεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.

0
26

Svega deset gradova s podgrađima dadoše porodicama sinova Katovijeh ostalijem.

πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις.

0
27

A sinovima Girsonovijem između porodica Levitskih dadoše od polovine plemena Manasijina grad za utočište krvniku Golan u Vasanu s podgrađem, i Vesteru s podgrađem: dva grada;

καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.

0
28

A od plemena Isaharova: Kison s podgrađem, Davrot s podgrađem.

καὶ ἐκ τῆς φυλῆς Ἰσσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
29

Jarmut s podgrađem, En-Ganim s podgrađem: četiri grada;

καὶ τὴν Ρεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

0
30

A od plemena Asirova: Misal s podgrađem, Avdon s podgrađem,

καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ

0
31

Helkat s podgrađem, i Reov s podgrađem: četiri grada;

καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

0
32

A od plemena Neftalimova grad za utočište krvniku Kedes u Galileji s podgrađem, i Amot-Dor s podgrađem, i Kartan s podgrađem: tri grada.

καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ἐμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς.

0
33

Svega gradova sinova Girsonovijeh po porodicama njihovijem trinaest gradova s podgrađima.

πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς.

0
34

A porodicama sinova Merarijevih, ostalijem Levitima, dadoše od plemena Zavulonova Jokneam s podgrađem, Kartu s podgrađem,

καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς

0
35

Dimnu s podgrađem, Nalol s podgrađem: četiri grada;

καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς.

0
36

A od plemena Ruvimova: Vosor s podgrađem, i Jazu s podgrađem,

καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἐκ τῆς φυλῆς Ρουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς

0
37

Kedimot s podgrađem, i Mifat s podgrađem: četiri grada;

καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.

0
38

A od plemena Gadova: grad za utočište krvniku Ramot u Galadu s podgrađem, i Mahanajim s podgrađem.

καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς

0
39

Esevon s podgrađem, Jazir s podgrađem; svega četiri grada.

καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες.

0
40

Sve ove gradove dadoše sinovima Merarijevim po porodicama njihovijem, što još bijahu između porodica Levitskih; i dođe na ždrijeb njihov dvanaest gradova.

πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο.

0
41

Svega gradova Levitskih u našljedstvu sinova Izrailjevijeh bješe četrdeset i osam gradova s podgrađima.

πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων,

0
42

A svi gradovi imaju svoja podgrađa unaokolo; tako je u svakoga grada.

πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις. 42α Καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 42β καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ. 42γ καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. 42δ καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ.

0
43

Tako dade Gospod Izrailju svu zemlju, za koju se zakle ocima njihovijem da će im je dati, i naslijediše je i naseliše se u njoj.

Καὶ ἔδωκε Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ.

0
44

I umiri ih Gospod otsvuda unaokolo, kao što se zakleo ocima njihovijem; i niko se ne održa pred njima od svijeh neprijatelja njihovijeh; sve neprijatelje njihove predade im Gospod u ruke.

καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν.

0
45

Ništa ne izosta od svega dobra što bješe obrekao Gospod domu Izrailjevu; sve se zbi.

οὐ διέπεσεν ἀπὸ πάντων τῶν ρημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· πάντα παρεγένετο.

0