Isus Navin 23

Stari zavet

1

A poslije mnogo vremena, pošto Gospod umiri Izrailja od svijeh neprijatelja njegovijeh unaokolo, i Isus bi star i vremenit,

ΚΑΙ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις,

0
2

Dozva Isus sve sinove Izrailjeve, starješine njihove i poglavare njihove i sudije i upravitelje njihove, i reče im: ja sam star i vremenit;

καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ εἶπε πρὸς αὐτούς· ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις.

0
3

A vi ste vidjeli sve što je učinio Gospod Bog vaš svijem ovijem narodima vas radi, jer je Gospod Bog vaš sam vojevao za vas.

ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσι τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν.

0
4

Vidite, razdijelio sam vam ždrijebom ove narode, koji ostaše, u našljedstvo po plemenima vašim od Jordana, sve narode koje istrijebih do velikoga mora na zapad.

ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ Ἰορδάνου πάντα τά ἔθνη, ἃ ἐξωλόθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.

0
5

I Gospod Bog vaš razagnaće ih ispred vas i istrijebiće ih ispred vas, i naslijedićete zemlju njihovu, kao što vam je rekao Gospod Bog vaš.

Κύριος δὲ ὁ Θεὸς ἡμῶν οὗτος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολοθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν ὑμῖν.

0
6

Zato ukrijepite se dobro da držite i tvorite sve što je napisano u knjizi zakona Mojsijeva, da ne otstupate od njega ni nadesno ni nalijevo,

κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰ ἢ εὐώνυμα,

0
7

Da se ne pomješate s tijem narodima što su ostali među vama, i da ne pominjete imena bogova njihovijeh, i da se ne kunete njima niti da im služite niti im se klanjate.

ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ λατρεύσητε οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς,

0
8

Nego se držite Gospoda Boga svojega, kao što ste činili do danas.

ἀλλὰ Κυρίῳ τῷ Θεῷ ὑμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.

0
9

Zato je Gospod odagnao ispred vas narode velike i jake, i niko se nije održao pred vama do danas.

καὶ ἐξολοθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐδεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.

0
10

Jedan čovjek između vas goniće tisuću, jer Gospod Bog vaš vojuje za vas, kao što vam je rekao.

εἷς ὑμῶν ἐδίωξε χιλίους, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν οὗτος ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ἡμῖν.

0
11

Pazite dakle dobro da ljubite Gospoda Boga svojega.

καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν.

0
12

Jer ako se odvratite i pristanete za ostatkom tijeh naroda što su još ostali među vama, i s njima se oprijateljite i pomiješate se s njima i oni s vama,

ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθ' ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,

0
13

Znajte zaista da Gospod Bog vaš neće više izgoniti tijeh naroda ispred vas, nego će vam oni postati zamka i mreža, i bič bokovima vašim, i trnje očima vašim, dokle ne izginete na ovoj dobroj zemlji koju vam je dao Gospod Bog vaš.

γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν.

0
14

I evo, ja idem sada kuda ide sve na zemlji; poznajte dakle svijem srcem svojim i svom dušom svojom da nije izostalo ništa od svega dobra što vam je obrekao Gospod Bog vaš, sve vam se navršilo, nije izostalo ništa.

ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδόν, καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς, καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.

0
15

A kako vam se navršilo svako dobro što vam je obrekao Gospod Bog vaš, tako će Gospod pustiti na vas sva zla, dokle vas ne istrijebi s ove dobre zemlje, koju vam je dao Gospod Bog vaš,

καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ρήματα τὰ καλά, ἃ ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οὕτως ἐπάξει Κύριος ὁ Θεὸς ἐφ' ὑμᾶς πάντα τὰ ρήματα τὰ πονηρὰ ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε Κύριος ὑμῖν,

0
16

Ako prestupite zavjet Gospoda Boga svojega koji vam je zapovjedio, i otidete da služite drugim bogovima, i stanete im se klanjati; i raspaliće se gnjev Gospodnji na vas, i nestaće vas brzo s te dobre zemlje, koju vam je dao.

ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.

0