Stari zavet
A Gospod reče Mojsiju: još ću jedno zlo pustiti na Faraona i na Misir, pa će vas onda pustiti; pustiće sasvijem, i još će vas tjerati.
ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· ἔτι μίαν πληγὴν ἐγὼ ἐπάξω ἐπὶ Φαραὼ καὶ ἐπ᾿ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ.
A sada kaži narodu neka svaki čovjek ište u susjeda svojega i svaka žena u susjede svoje nakita srebrnijeh i nakita zlatnijeh.
λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν.
I Gospod učini te narod nađe ljubav u Misiraca; i sam Mojsije bješe vrlo velik čovjek u zemlji Misirskoj kod sluga Faraonovijeh i kod naroda.
Κύριος δὲ ἔδωκε τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ.
I reče Mojsije: ovako veli Gospod: oko ponoći proći ću kroz Misir,
Καὶ εἶπε Μωυσῆς· τάδε λέγει Κύριος· περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου,
I pomrijeće svi prvenci u zemlji Misirskoj, od prvenca Faraonova, koji šćaše sjedjeti na prijestolu njegovu, do prvenca sluškinje za žrvnjem, i od stoke što je god prvenac.
καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραώ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους,
I biće vika velika po svoj zemlji Misirskoj, kakve još nije bilo niti će je kad biti.
καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονε καὶ τοιαύτη οὐκ ἔτι προστεθήσεται.
A kod sinova Izrailjevijeh nigdje neće ni pas jezikom svojim maći ni među ljudima ni među stokom, da znate da je Gospod učinio razliku između Izrailjaca i Misiraca.
καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει Κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καί τοῦ Ἰσραήλ.
I doći će sve te sluge tvoje k meni, i pokloniće mi se govoreći: idi, i ti i sav narod koji je pristao za tobom. I onda ću izaći. I otide Mojsije od Faraona s velikim gnjevom.
καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προσκυνήσουσί με λέγοντες· ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σύ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι. ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ.
A Gospod reče Mojsiju: neće vas poslušati Faraon, da bih umnožio čudesa svoja u zemlji Misirskoj.
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· οὐκ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνων πληθυνῶ μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
I Mojsije i Aron učiniše sva ova čudesa pred Faraonom, a Gospod učini te otvrdnu srce Faraonu, i ne pusti sinova Izrailjevijeh iz zemlje svoje.
Μωυσῆς δὲ καὶ Ἀαρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τούς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.