Izlazak 23

Stari zavet

1

Ne iznosi lažnijeh glasova; ne pristaj s bezbožnikom da svjedočiš krivo.

ΟΥ παραδέξῃ ἀκοὴν ματαίαν. οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.

0
2

Ne idi za množinom na zlo, i ne govori na sudu povodeći se za većim brojem da se izvrne pravda.

οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.

0
3

Siromahu u parnici njegovoj ne gledaj što je siromah.

καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.

0
4

Ako naiđeš na vola neprijatelja svojega ili na magarca njegova, gdje je zalutao, odvedi ga k njemu.

ἐὰν δὲ συναντήσῃς τῷ βοΐ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ.

0
5

Ako vidiš gdje je nenavidniku tvojemu pao magarac pod teretom svojim, nemoj da ga ostaviš, nego mu pomozi.

ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόνον αὐτοῦ, οὐ παρελεύσῃ αὐτό, ἀλλὰ συναρεῖς αὐτὸ μετ᾿ αὐτοῦ.

0
6

Nemoj izvrnuti pravde siromahu svojemu u parnici njegovoj.

οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ.

0
7

Riječi lažne kloni se, i bezazlenoga i pravoga nemoj ubiti, jer neću opravdati bezbožnika.

ἀπὸ παντὸς ρήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.

0
8

Ne uzimaj poklona, jer poklon zašljepljuje okate i izvrće riječi pravima.

καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ρήματα δίκαια.

0
9

Došljake ne cvijeli, jer vi znate kaka je duša došljaku, jer ste bili došljaci u zemlji Misirskoj.

καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.

0
10

Šest godina zasijevaj zemlju svoju i sabiraj rod njezin;

Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γεννήματα αὐτῆς·

0
11

A sedme godine ostavi je neka počine, da jedu siromasi naroda tvojega, a što iza njih ostane neka jedu zvijeri poljske; tako radi i s vinogradom svojim i s maslinikom svojim.

τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου, τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία. οὕτω ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου.

0
12

Šest dana radi poslove svoje, a u sedmi dan počini, da se odmori vo tvoj i magarac tvoj, i da odahne sin robinje tvoje i došljak.

ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις, ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος.

0
13

Držite se svega što sam vam kazao. Ne pominjite imena bogova tuđih, i da se ne čuje iz usta vaših.

πάντα, ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε. Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.

0
14

Tri puta preko godine svetkuj mi:

τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.

0
15

Praznik prijesnijeh hljebova drži; sedam dana jedi hljebove prijesne, kao što sam ti zapovjedio, na vrijeme, mjeseca Aviva, jer si tada izašao iz Misira; i niko da ne izađe preda me prazan;

τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.

0
16

I praznik žetve prvina od truda tvojega što posiješ u polju svojem; i praznik berbe na svršetku svake godine, kad sabereš trud svoj s njive.

καὶ ἑορτὴν θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ᾿ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου.

0
17

Tri puta preko godine sve muškinje tvoje da izlazi pred Gospoda Boga.

τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.

0
18

Krvi od žrtve moje ne prinosi uz hljebove kisele, i pretilina praznika mojega da ne prenoći do jutra.

ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου, οὐ δὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωΐ.

0
19

Prvine od prvoga roda zemlje svoje donesi u kuću Gospoda Boga svojega; nemoj kuhati jagnjeta u mlijeku majke njegove.

τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.

0
20

Evo, ja šaljem anđela svojega pred tobom da te čuva na putu, i da te odvede na mjesto koje sam ti pripravio.

Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι.

0
21

Čuvaj ga se, i slušaj ga, nemoj da ga rasrdiš, jer vam neće oprostiti grijeha, jer je moje ime u njemu.

πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε, τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ᾿ αὐτῷ.

0
22

Nego ako ga dobro uzaslušaš i ustvoriš sve što kažem, ja ću biti neprijatelj tvojim neprijateljima i protivnik tvojim protivnicima.

ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ρήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι·

0
23

Jer će anđeo moj ići pred tobom i odvešće te u zemlju Amorejsku i Hetejsku i Ferezejsku i Hananejsku i Jevejsku i Jevusejsku, i ja ću ih istrijebiti.

πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.

0
24

Nemoj se klanjati bogovima njihovijem niti im služiti, ni činiti što oni čine, nego ih sasvijem obori i likove njihove sasvijem izlomi.

οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐ δὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.

0
25

I služite Gospodu Bogu svojemu, i on će blagosloviti hljeb tvoj i vodu tvoju; i ukloniću bolest između vas.

καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφ᾿ ὑμῶν.

0
26

Neće biti pometkinje ni nerotkinje u zemlji tvojoj; i broj dana tvojih napuniću.

οὐκ ἔσται ἄγονος οὐδὲ στείρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρῶν ἀναπληρώσω.

0
27

Pustiću strah svoj pred tobom, i uplašiću svaki narod na koji dođeš, i obratiću k tebi pleći svijeh neprijatelja tvojih.

καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τά ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τούς ὑπεναντίους σου φυγάδας.

0
28

Poslaću i stršljene pred tobom, da tjeraju Jeveje, Hananeje i Heteje ispred tebe.

καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς Ἀμορραίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπό σοῦ.

0
29

Neću ih otjerati ispred tebe za jednu godinu, da ne opusti zemlja i da se zvjerje poljsko ne namnoži na tebe.

οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς.

0
30

Pomalo ću ih odgoniti ispred tebe dokle se ne namnožiš i zauzmeš zemlju.

κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν.

0
31

I postaviću međe tvoje od Mora Crvenoga do mora Filistejskoga i od pustinje do rijeke; jer ću vama u ruke dati one koji žive u onoj zemlji da ih otjeraš ispred sebe.

καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.

0
32

Nemoj hvatati vjere s njima ni s bogovima njihovijem.

οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην,

0
33

Neka ne sjede u zemlji tvojoj, da te ne navrate da se ogriješiš o mene, jer bi služio bogovima njihovijem, i to bi ti bila zamka.

καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρός με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα.

0