Jeremija 15

Stari zavet

1

I reče mi Gospod: da stane Mojsije i Samuilo preda me, ne bi se duša moja obratila k tome narodu; otjeraj ih ispred mene, i neka odlaze.

ΚΑΙ εἶπε Κύριος πρός με· ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.

0
2

I ako ti reku: kuda ćemo ići? tada im reci: ovako veli Gospod: ko je za smrt, na smrt; ko je za mač, pod mač; ko za glad, na glad; ko za ropstvo, u ropstvo.

καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.

0
3

I pustiću na njih četvoro, govori Gospod: mač, da ih ubija, i pse, da ih razvlače, i ptice nebeske i zvijeri zemaljske, da ih jedu i istrijebe.

καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν.

0
4

I daću ih da se potucaju po svijem carstvima zemaljskim radi Manasije sina Jezekijina cara Judina za ono što je učinio u Jerusalimu.

καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσῆ υἱὸν Ἐζεκίου βασιλέως Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἱερουσαλήμ.

0
5

Jer ko bi se smilovao na tebe, Jerusalime? ko li bi te požalio? ko li bi došao da zapita kako ti je?

τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;

0
6

Ti si me ostavio, govori Gospod, otišao si natrag; zato ću mahnuti rukom svojom na te i pogubiću te; dosadi mi žaliti.

σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.

0
7

Zato ću ih izvijati vijačom na vratima zemaljskim, učiniću ih sirotima, potrću narod svoj, jer se ne vraćaju s putova svojih.

καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.

0
8

Više će mi biti udovica njegovijeh nego pijeska morskoga, dovešću im na majke momačke zatirače u podne, i pustiću iznenada na njih smetnju i strahotu.

ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.

0
9

Iznemoći će koja je rodila sedmoro i ispustiće dušu, sunce će joj zaći još za dana, sramiće se i stidjeće se, a ostatak ću njihov dati pod mač pred neprijateljima njihovijem, govori Gospod.

ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκισεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.

0
10

Teško meni, majko moja, što si me rodila da se sa mnom prepire i da se sa mnom svađa sva zemlja; ne davah u zajam niti mi davaše u zajam, i opet me svi proklinju.

Οἴμοι ἐγὼ μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.

0
11

Gospod reče: doista, ostatku će tvojemu biti dobro, i braniću te od neprijatelja, kad budeš u nevolji i u tjeskobi.

γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν.

0
12

Eda li će gvožđe slomiti gvožđe sjeverno i mjed?

εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου.

0
13

Imanje tvoje i blago tvoje daću da se razgrabi bez cijene po svijem međama tvojim, i to za sve grijehe tvoje.

καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου.

0
14

I odvešću te s neprijateljima tvojim u zemlju koje ne poznaješ, jer se raspalio oganj od gnjeva mojega, i gorjeće nad vama.

καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται.

0
15

Ti znaš, Gospode, opomeni me se i pohodi me i osveti me od onijeh koji me gone; nemoj me zgrabiti dokle se ustežeš od gnjeva; znaj da podnosim rug tebe radi.

Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν

0
16

Kad se nađoše riječi tvoje, pojedoh ih, i riječ tvoja bi mi radost i veselje srcu mojemu, jer je ime tvoje prizvano na me, Gospode Bože nad vojskama.

ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί, Κύριε παντοκράτωρ.

0
17

Ne sjedim u vijeću potsmjevačkom niti se s njima veselim; sjedim sam radi ruke tvoje, jer si me napunio srdnje.

οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.

0
18

Zašto bol moj jednako traje? i zašto je rana moja smrtna, te neće da se iscijeli? Hoćeš li mi biti kao varalica, kao voda nepostojana?

ἵνα τί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν.

0
19

Zato ovako veli Gospod: ako se obratiš, ja ću te opet postaviti da stojiš preda mnom, ako odvojiš što je dragocjeno od rđavoga, bićeš kao usta moja; oni neka se obrate k tebi, a ti se ne obraćaj k njima.

διὰ τοῦτο τάδε λέγει Κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς.

0
20

I učiniću da budeš tome narodu kao jak zid mjeden, i udaraće na te, ali te neće nadvladati; jer sam ja s tobom da te čuvam i izbavljam, govori Gospod.

καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε

0
21

I izbaviću te iz ruku zlijeh ljudi, i iskupiću te iz ruku nasilničkih.

καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

0