Stari zavet
Riječ koja dođe Jeremiji od Gospoda govoreći:
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν λέγων·
Ustani, i siđi u kuću lončarevu, i ondje ću ti kazati riječi svoje.
ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.
Tada siđoh u kuću lončarevu, i gle, on rađaše posao na svom kolu.
καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων·
I pokvari se u ruci lončaru sud koji građaše od kala, pa načini iznova od njega drugi sud, kako bijaše volja lončaru da načini.
καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
Tada dođe mi riječ Gospodnja govoreći:
καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Ne mogu li činiti od vas kao ovaj lončar, dome Izrailjev? govori Gospod; gle, što je kao u ruci lončarevoj, to ste vi u mojoj ruci, dome Izrailjev.
εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.
Kad bih rekao za narod i za carstvo da ga istrijebim i razorim i zatrem;
πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,
Ako se obrati narod oda zla, za koje bih rekao, i meni će biti žao sa zla, koje mišljah da mu učinim.
καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
A kad bih rekao za narod i za carstvo da ga sazidam i nasadim;
καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,
Ako učini što je zlo preda mnom ne slušajući glasa mojega, i meni će biti žao dobra koje rekoh da mu učinim.
καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
Zato sada reci Judejcima i Jerusalimljanima govoreći: ovako veli Gospod: evo spremam na vas zlo, i mislim misli na vas; vratite se dakle svaki sa svojega puta zloga, i popravite putove svoje i djela svoja.
καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.
A oni rekoše: nema ništa od toga, nego ćemo ići za svojim mislima i činićemo svaki po misli srca svojega zloga.
καὶ εἶπαν· ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
Zato ovako govori Gospod: pitajte po narodima je li ko čuo tako što? grdilo veliko učini djevojka Izrailjeva.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτά, ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;
Ostavlja li snijeg Livanski sa stijene moja polja? ostavljaju li se vode studene, koje teku?
μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
A narod moj mene zaboravi, kadi taštini, i spotiču se na svojim putovima, na starijem stazama, da hode stazama puta neporavnjena,
ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
Da bih obratio zemlju njihovu u pustoš, na vječnu sramotu, da se čudi ko god prođe preko nje i maše glavom svojom.
τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι' αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.
Kao ustokom razmetnuću ih pred neprijateljem; leđa a ne lice pokazaću im u nevolji njihovoj.
ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
A oni rekoše: hodite da smislimo što Jeremiji, jer neće nestati zakona svešteniku ni svjeta mudarcu ni riječi proroku; hodite ubijmo ga jezikom i ne pazimo na riječi njegove.
Καὶ εἶπαν· δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.
Pazi na me, Gospode, i čuj glas mojih protivnika.
εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου.
Eda li će se zlo vratiti za dobro, kad mi kopaju jamu? Opomeni se da sam stajao pred tobom govoreći za njihovo dobro, da bih odvratio gnjev tvoj od njih.
εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτῶν.
Zato predaj sinove njihove gladi i učini da izginu od mača, i žene njihove da budu sirote i udove, i muževi njihovi da se pogube, mladiće njihove da pobije mač u boju.
διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
Neka se čuje vika iz kuća njihovijeh, kad dovedeš na njih vojsku iznenada; jer iskopaše jamu da me uhvate, i zamke namjestiše nogama mojim.
γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ' αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ.
A ti, Gospode, znaš sve što su naumili meni da me ubiju, nemoj im oprostiti bezakonja ni grijeha njihova izbrisati ispred sebe; nego neka popadaju pred tobom, u gnjevu svom radi suprot njima.
καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ' ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.