Stari zavet
Skupite se iz Jerusalima, sinovi Venijaminovi, i u Tekuji zatrubite u trubu, i podignite znak ognjen nad Vet-Akeremom, jer se vidi zlo od sjevera i velika pogibao.
ΕΝΙΣΧΥΣΑΤΕ, υἱοὶ Βενιαμίν, ἐκ μέσου τῆς Ἱερουσαλὴμ καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,
Učinih kćer Sionsku da je kao lijepa i nježna djevojka.
καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιών.
K njoj će doći pastiri sa stadima svojim, razapeće oko nje šatore, svaki će opasti svoje mjesto.
εἰς αὐτὴν ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
Spremite rat na nju, ustanite da udarimo u podne. Teško nama, jer dan naže, i sjenke večernje oduljaše.
παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.
Ustanite da udarimo obnoć i razvalimo dvorove njezine.
ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.
Jer ovako govori Gospod nad vojskama: sijecite drva, i načinite opkope prema Jerusalimu; to je grad koji treba pohoditi; koliki je god, nasilje je u njemu.
ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
Kao što izvor toči vodu svoju, tako on toči zloću svoju; nasilje i otimanje čuje se u njemu, preda mnom su jednako bolovi i rane.
ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. πόνῳ καὶ μάστιγι
Popravi se, Jerusalime, da se ne otrgne duša moja od tebe, da te ne obratim u pustinju, u zemlju gdje se ne živi.
παιδευθήσῃ Ἱερουσαλήμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται.
Ovako govori Gospod nad vojskama: ostatak će se Izrailjev pabirčiti kao vinova loza. Turaj ruku svoju kao berač u kotarice.
ὅτι τάδε λέγει Κύριος· καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
Kome ću govoriti i svjedočiti da čuju? Gle, uho im je neobrezano, te ne mogu čuti; gle, riječ je Gospodnja njima potsmijeh, nije im mila.
πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ρῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
Zato sam pun gnjeva Gospodnjega; iznemogoh ustežući ga; prosuću ga na djecu po ulicama i na sabrane mladiće, i čovjek i žena uhvatiće se, i stari i vremeniti.
καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς. ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν.
I kuće će njihove pripasti drugima, i njive i žene, kad mahnem rukom svojom na stanovnike ove zemlje, veli Gospod.
καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.
Jer od maloga do velikoga svi se dadoše na lakomstvo, i prorok i sveštenik, svi su varalice.
ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
I liječe rane kćeri naroda mojega ovlaš, govoreći: mir, mir; a mira nema.
καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη;
Eda li se postidješe što činiše gad? Niti se postidješe niti znaju za stid; zato će popadati među onima koji padaju; kad ih pohodim, popadaće, veli Gospod.
κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ' ὡς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος.
Gospod reče ovako: stanite na putovima i pogledajte, i pitajte za stare staze, koji je put dobar, pa idite po njemu, i naći ćete mir duši svojoj. A oni rekoše: nećemo da idemo.
τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα.
I postavih vam stražare govoreći: pazite na glas trubni. A oni rekoše: nećemo da pazimo.
καθέστακα ἐφ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· οὐκ ἀκουσόμεθα.
Zato čujte, narodi, i poznaj, zbore, što je među njima.
διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
Čuj, zemljo! evo ja ću pustiti zlo na ovaj narod, plod misli njihovijeh, jer ne paze na moje riječi, i odbaciše zakon moj.
ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.
Što će mi tamjan, što dolazi iz Save, i dobri cimet iz daleke zemlje? Žrtve vaše paljenice nijesu mi ugodne, niti su mi prinosi vaši mili.
ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
Zato ovako govori Gospod: evo ja ću metnuti ovom narodu smetnje, o koje će se spotaći i ocevi i sinovi, susjed i prijatelj mu, i poginuće.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.
Ovako govori Gospod: evo narod će doći iz zemlje sjeverne, i velik će narod ustati od krajeva zemaljskih.
τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς·
Luk i koplje nosiće, žestoki će biti i nemilostivi, glas će im bučati kao more, i jahaće na konjma, spremni kao junaci da se biju s tobom, kćeri Sionska.
τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ' ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιών.
Kad čujemo glas o njemu, klonuće nam ruke, tuga će nas spopasti i bolovi kao porodilju.
ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
Ne izlazite u polje, i putem ne idite, jer je mač neprijateljev i strah unaokolo.
μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
Kćeri naroda mojega, pripaši kostrijet i valjaj se u pepelu, žali kao za sinom jedincem i ridaj gorko, jer će brzo doći na nas zatirač.
θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμᾶς.
Postavih te da si stražara i grad narodu mom da doznaješ i izviđaš put njihov.
δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·
Svi su odmetnici nad odmetnicima, idu te opadaju, mjed su i gvožđe, svi su pokvareni.
πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
Izgorješe mjehovi, oganj sažeže olovo, uzalud se pretapa, jer se zla ne mogu odlučiti.
ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπε μόλυβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
Oni će se zvati srebro lažno, jer ih Gospod odbaci.
ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.