Stari zavet
U vrijeme Asvirovo, a taj Asvir carovaše od Indije do Etiopije u sto i dvadeset i sedam zemalja,
Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν
U to vrijeme, kad sjeđaše car Asvir na prijestolu carstva svojega u Susanu carskom gradu,
ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει,
Treće godine carovanja svojega učini gozbu svijem knezovima svojim i slugama svojim, te bijaše kod njega sila Persijska i Midska, vlastelji i upravitelji zemaljski;
ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν.
I on pokazivaše bogatstvo i slavu carstva svojega i diku i krasotu veličine svoje mnogo dana, sto i osamdeset dana.
καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα,
I poslije tih dana učini car svemu narodu što ga bijaše u Susanu carskom gradu od maloga do velikoga gozbu za sedam dana u trijemu u vrtu od carskoga dvora.
ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως
Zavjesi bijeli, zeleni i ljubičasti bijahu obješeni vrvcama bijelijem, lanenijem i skerletnijem o biočuzima srebrnijem na stupovima mramornijem; odri bijahu zlatni i srebrni po podu od zelenoga, bijeloga, žutoga i crvenoga mramora.
κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρώμναι διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ρόδα πεπασμένα·
A piće davahu u sudovima zlatnijem, i to u sudovima drugim i drugim, a vina carskoga bješe izobila, kako može biti u cara.
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
I pićem niko ne navaljivaše po naredbi, jer car bješe zapovjedio svijem pristavima doma svojega da čine kako ko hoće.
ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο, οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξε τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.
I carica Astina učini gozbu ženama u carskom dvoru cara Asvira.
καὶ Ἀστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης,
Sedmi dan kad se car razveseli od vina reče Meumanu, Visati, Arvoni, Vikti, Avakti, Zetaru i Harkasu, sedmorici dvorana koji dvorahu pred carem Asvirom,
ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπε τῷ Ἀμὰν καὶ Βαζὰν καὶ Θάρᾳ καὶ Βαραζὶ καὶ Ζαθολθὰ καὶ Ἀβαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου,
Da dovedu caricu Astinu pred cara pod carskim vijencem, da pokaže narodima i knezovima ljepotu njezinu, jer bijaše lijepa.
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι τοῖς ἄρχουσι καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν.
Ali carica Astina ne htje doći na riječ carevu, koju joj poruči po dvoranima; zato se car vrlo razgnjevi i gnjev se njegov raspali u njemu.
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη
I reče car mudarcima koji razumijevahu vremena (jer tako car iznošaše stvari pred sve koji razumijevahu zakon i pravdu,
καὶ εἶπε τοῖς φίλοις αὐτοῦ· κατὰ ταῦτα ἐλάλησεν Ἀστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.
A najbliži do njega bijahu Karsena, Setar, Admata, Tarsis, Meres, Marsena i Memukan, sedam knezova Persijskih i Midskih, koji gledahu lice carevo i sjeđahu na prvijem mjestima u carstvu):
καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,
Što treba po zakonu činiti s caricom Astinom što nije učinila što je zapovjedio car Asvir preko dvorana?
καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι Ἀστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων.
Tada reče Memukan pred carem i knezovima: nije samo caru skrivila carica Astina nego i svijem knezovima i svijem narodima po svijem zemljama cara Asvira.
καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας· οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως
Jer će se djelo caričino razići među sve žene, pa će prezirati muževe svoje govoreći: car Asvir zapovjedi da dovedu preda nj caricu Astinu, a ona ne dođe.
(καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ρήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ). ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ Ἀρταξέρξῃ,
I od danas će kneginje Persijske i Midske koje čuju šta je učinila carica tako govoriti svijem knezovima carevijem; te će biti mnogo prkosa i svađe.
οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ᾿ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
Ako je ugodno caru, da izide carska zapovijest od njega i da se upiše među zakone Persijske i Midske da je nepromjenito, da Astina ne izlazi više pred cara Asvira i da će car dati njezino carstvo drugoj boljoj od nje.
εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικόν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν· καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθέτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.
I kad se zapovijest careva koju učini čuje po carstvu njegovu svemu kolikome, sve će žene poštovati svoje muževe od velikoga do maloga.
καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ οὕτω πᾶσαι αἱ γυναῖκες περιθήσουσι τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.
I ovo bi po volji caru i knezovima, i učini car kako reče Memukan.
καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος·
I razasla knjige po svijem zemljama carskim, u svaku zemlju njezinijem pismom i svakomu narodu njegovijem jezikom, da bi svaki muž bio gospodar u svojoj kući; i bi proglašeno jezikom svakoga naroda.
καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.