Jezdra 1

Stari zavet

1

Prve godine Kira cara Persijskoga, da bi se ispunila riječ Gospodnja, koju reče na usta Jeremijina, podiže Gospod duh Kira cara Persijskoga, te oglasi po svemu carstvu svojemu i raspisa govoreći:

ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων·

0
2

Ovako veli Kir car Persijski: sva carstva zemaljska dao mi je Gospod Bog nebeski, i on mi je zapovjedio da mu sazidam dom u Jerusalimu u Judeji.

οὕτως εἶπε Κῦρος βασιλεὺς Περσῶν· πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.

0
3

Ko je između vas od svega naroda njegova? Bog nebeski neka bude s njim, pa nek ide u Jerusalim u Judeji, i neka zida dom Gospoda Boga Izrailjeva, Boga koji je u Jerusalimu.

τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ (αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ).

0
4

A ko bi ostao u kojem god mjestu gdje se bavi, neka ga ljudi onoga mjesta potpomognu srebrom i zlatom i imanjem i stokom osim dragovoljnoga priloga na dom Božji u Jerusalimu.

καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ.

0
5

Tada ustaše glavari porodica otačkih od Jude i Venijamina, i sveštenici i Leviti i svi kojima Bog podiže duh da idu da zidaju dom Gospodnji u Jerusalimu.

καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.

0
6

I potpomogoše ih svi koji bijahu oko njih sudovima srebrnijem i zlatnijem, imanjem i stokom i stvarima skupocjenijem osim svega što dragovoljno priložiše.

καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.

0
7

I car Kir izdade sudove doma Gospodnjega koje bijaše odnio iz Jerusalima car Navuhodonosor i metnuo u dom svojih bogova;

καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ·

0
8

A izdade ih Kir car Persijski preko Mitridata rizničara, koji ih izbroji Sasavasaru knezu Judejskom.

καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα.

0
9

A ovo im je broj: zdjela zlatnijeh trideset, zdjela srebrnijeh tisuća, noževa dvadeset i devet,

καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι,

0
10

Čaša zlatnijeh trideset, drugih čaša srebrnijeh četiri stotine i deset, drugih sudova tisuća;

κεφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα καὶ σκεύη ἕτερα χίλια.

0
11

Svega sudova zlatnijeh i srebrnijeh pet tisuća i četiri stotine; sve to ponese Sasavasar kad se vrati iz Vavilona u Jerusalim.

πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.

0