Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Jer je blizu dan, blizu je dan Gospodnji, oblačan dan, vrijeme narodima. Jez. 7,7, Jez. 7,12, Jez. 30,18
ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται.
I mač će doći na Misir, i strah će biti u Etiopskoj, kad stanu padati pobijeni u Misiru, kad se zarobi mnoštvo njegovo i raskopaju se temelji njegovi. Jez. 29,19, Jez. 29,8, 2. Moj. 15,14–16
καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς.
Etiopljani i Puteji i Ludeji i sva mješavina i Huveji i sinovi zemalja među kojima je vjera, pašće s njima od mača. Jer. 25,20, Jez. 27,10, Jer. 25,24
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.
Ovako veli Gospod: pašće koji podupiru Misir, i ponos sile njegove oboriće se, od kule Sinske pašće u njemu, govori Gospod Gospod. Jez. 29,10, Is. 20,3–6, Jov. 9,13
καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.
I biće pusti među pustijem zemljama, i gradovi će njegovi biti među pustijem gradovima. Jez. 29,12, Jer. 25,18–26, Jer. 46,1–28
καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·
I poznaće da sam ja Gospod kad zapalim oganj u Misiru i svi se pomoćnici njegovi satru. Jez. 29,6, Ps. 58,11, Jez. 22,31
καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.
U onaj će dan izaći poslanici od mene na lađama da uplaše Etiopsku bezbrižnu, i biće među njima strah velik kao dana Misirskoga; jer evo, ide. Is. 18,1–2, Is. 23,5, Jez. 32,9–10
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει.
Ovako veli Gospod Gospod: pogubiću mnoštvo Misirsko rukom Navuhodonosora cara Vavilonskoga. Jez. 29,19, Jez. 29,4–5, Jez. 30,24–25
Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος,
On i narod njegov s njim, najljući između naroda, biće dovedeni da zatru zemlju, i izvući će mačeve svoje na Misir i napuniće zemlju pobijenijeh. Jez. 28,7, 5. Moj. 28,50, Is. 14,4–6
αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.
I isušiću rijeke, i predaću zemlju u ruke zlijem ljudima; i opustiću zemlju i što je u njoj rukom tuđinskom. Ja Gospod govorih. Jez. 29,3, Sud. 2,14, Is. 19,4–10
καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα.
Ovako veli Gospod Gospod: i gadne ću bogove potrti, i istrijebiću likove u Nofu i neće više biti kneza iz zemlje Misirske, i pustiću strah u zemlju Misirsku. Zah. 10,11, Jer. 2,16, Jer. 46,14
¨Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.
I opustošiću Patros, i upaliću Soan, i izvršiću sud na Novu. Jer. 46,25, Jez. 29,14, Ps. 78,12
καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
Kad zapalim oganj u Misiru, ljuto će se uzmučiti Sin, i Nov će se raspasti, i Nof će biti u tjeskobi svaki dan. Jez. 28,18, Jez. 30,8–9
καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα.
Mladići Avinski i Pi-vesetski pašće od mača, a djevojke će otići u ropstvo. 1. Moj. 41,45
νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται.
I u Tafnisu će pomrknuti dan kad polomim ondje prijevornice Misirske i nestane u njemu ponosa sile njegove; oblak će ga pokriti; a kćeri će njegove otići u ropstvo. Jez. 30,3, Is. 10,27, Jer. 2,16
καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.
I izvršiću sudove na Misiru, i oni će poznati da sam ja Gospod. Jez. 30,14, Ps. 9,16, Jez. 5,8
καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Opet jedanaeste godine, prvoga mjeseca, sedmoga dana, dođe mi riječ Gospodnja govoreći: Jez. 26,1, Jez. 29,17, Jez. 29,1
Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, slomih mišicu Faraonu caru Misirskom, i eto neće se zaviti da se liječi, neće se metnuti zavoj niti će se zaviti da bi se okrijepila i mogla držati mač. Jer. 30,13, Jer. 46,11, Jer. 48,25
υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.
Zato ovako veli Gospod Gospod: evo me na Faraona cara Misirskoga, i slomiću mu mišice, i zdravu i slomljenu, i izbiću mu mač iz ruke. 2. Car. 24,7, Ps. 37,17, Jer. 37,7
διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
I rasijaću Misirce po narodima, i razasuću ih po zemljama. Jez. 30,17–18, Jez. 30,26, Jez. 29,12–13
καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας·
I ukrijepiću mišicu caru Vavilonskom, i daću mu u ruku svoj mač, i polomiću mišice Faraonu, i ječaće pred njim kao što ječi čovjek ranjen na smrt. Jez. 30,25, Sof. 2,12, Nem. 6,9
καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς.
Da, ukrijepiću mišice caru Vavilonskom, a Faraonu će mišice klonuti, i poznaće se da sam ja Gospod, kad dam mač svoj u ruku caru Vavilonskom da njim zamahne na zemlju Misirsku. Ps. 9,16, Jez. 29,16, Jez. 29,21
καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.
I rasijaću Misirce među narode i razasuću ih po zemljama, i poznaće da sam ja Gospod.Jez. 29,12, Jez. 6,13, Jez. 30,17–18
καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.