Stari zavet
A Gospod zapovjedi, te velika riba proguta Jonu; i Jona bi u trbuhu ribljem tri dana i tri noći.
ΚΑΙ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
I zamoli se Jona Gospodu Bogu svojemu iz trbuha ribljega,
καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους
I reče: zavapih u nevolji svojoj ka Gospodu, i usliši me; iz utrobe grobne povikah, i ti ču glas moj.
καὶ εἶπεν· Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
Jer si me bacio u dubine, u srce moru, i voda me opteče; sve poplave tvoje i vali tvoji prelaziše preko mene.
ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
I rekoh: odbačen sam ispred očiju tvojih; ali ću još gledati svetu crkvu tvoju.
καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;
Optekoše me vode do duše, bezdana me opkoli, sita omota mi se oko glave.
περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
Sidoh do krajeva gorskih, prijevornice zemaljske nada mnom su dovijeka; ali ti izvadi život moj iz jame, Gospode Bože moj.
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου.
Kad nestajaše duše moje u meni, pomenuh Gospoda, i molitva moja dođe k tebi, u svetu crkvu tvoju.
ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸ ἅγιόν σου.
Koji drže lažne taštine, ostavljaju svoju milost.
φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον.
A ja ću ti glasom zahvalnijem prinijeti žrtvu, ispuniti što sam zavjetovao; spasenje je u Gospoda.
ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
I Gospod zapovjedi ribi, te izbljuva Jonu na zemlju.