Stari zavet
A Elifas Temanac odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
Hoće li mudar čovjek kazivati prazne misli i puniti trbuh svoj vjetrom istočnijem,
πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα καὶ ἐνέπλησε πόνον γαστρὸς
Prepirući se govorom koji ne pomaže i riječima koje nijesu ni na što?
ἐλέγχων ἐν ρήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος;
A ti uništavaš strah Božji i ukidaš molitve k Bogu.
οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ρήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου;
Jer bezakonje tvoje pokazuju usta tvoja, ako i jesi izabrao jezik lukav.
ἔνοχος εἶ ρήμασι στόματός σου, οὐδὲ διέκρινας ρήματα δυναστῶν.
Osuđuju te usta tvoja, a ne ja; i usne tvoje svjedoče na te.
ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσί σου·
Jesi li se ti prvi čovjek rodio? ili si prije humova sazdan?
τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης;
Jesi li tajnu Božiju čuo i pokupio u sebe mudrost?
ἦ σύνταγμα Κυρίου ἀκήκοας, ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός, εἰς δὲ σὲ ἀφίκετο σοφία;
Šta ti znaš što mi ne bismo znali? šta ti razumiješ što ne bi bilo u nas?
τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σύ, ὃ οὐ καὶ ἡμεῖς;
I sijedijeh i starijeh ljudi ima među nama, starijih od oca tvojega.
καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.
Male li su ti utjehe Božije? ili imaš što sakriveno u sebi?
ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας.
Što te je zanijelo srce tvoje? i što sijevaju oči tvoje,
τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ὑπένεγκαν οἱ ὀφθαλμοί σου;
Te obraćaš protiv Boga duh svoj i puštaš iz usta svojih take riječi?
ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ρήματα τοιαῦτα.
Šta je čovjek, da bi bio čist, i rođeni od žene, da bi bio prav?
τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
Gle, ne vjeruje svecima svojim, i nebesa nijesu čista pred očima njegovijem;
εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ;
Akamoli gadni i smrdljivi čovjek, koji pije nepravdu kao vodu?
ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνήρ, πίνων ἀδικίας ἴσα ποτῷ·
Ja ću ti kazati, poslušaj me, i pripovjediću ti što sam vidio,
ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἐώρακα, ἀναγγελῶ σοι,
Što mudarci kazaše i ne zatajiše, što primiše od otaca svojih,
ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν·
Kojima samijem dana bi zemlja, i tuđin ne prođe kroz nju.
αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾿ αὐτούς.
Bezbožnik se muči svega vijeka svojega, i nasilniku je malo godina ostavljeno.
πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
Strah mu zuji u ušima, u mirno doba napada pustošnik na nj.
ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.
Ne vjeruje da će se vratiti iz tame, otsvuda priviđa mač.
μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,
Tumara za hljebom govoreći: gdje je? Zna da je za nj spremljen dan tamni.
κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει,
Tuga i nevolja straše ga, i navaljuju na nj kao car gotov na boj.
ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων.
Jer je zamahnuo na Boga rukom svojom, i svemogućemu se opro.
ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν,
Trči ispravljena vrata na nj s mnogim visokim štitovima svojim.
ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ,
Jer je pokrio lice svoje pretilinom, i navaljao salo na bokove svoje.
ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων.
I sjedio je u gradovima raskopanijem i u kućama pustijem, obraćenijem u gomilu kamenja.
αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
Neće se obratiti niti će ostati blago njegovo, i neće se raširiti po zemlji dobro njegovo.
οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα, οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
Neće izaći iz mraka, ogranke njegove osušiće plamen, odnijeće ga duh usta njegovijeh.
οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
Neka se ne uzda u taštinu prevareni, jer će mu taština biti plata.
μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
Prije svojega vremena svršiće se, i grana njegova neće zelenjeti.
ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ράδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
Otkinuće se kao s loze nezreo grozd njegov i pupci će se njegovi kao s masline pobacati.
τρυγηθείη δὲ ὡς ὄμβραξ πρὸς ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
Jer će opustjeti zbor licemjerski, i oganj će spaliti šatore onijeh koji primaju poklone.
μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
Začinju nevolju i rađaju muku, i trbuh njihov sastavlja prijevaru.
ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ ἑαυτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.