Stari zavet
I Jov nastavi besjedu svoju i reče:
ΕΤΙ δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ·
Tako da je živ Bog, koji je odbacio parbu moju, i svemogući, koji je ojadio dušu moju,
ζῇ ὁ Θεός, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν.
Dok je duša moja u meni, i duh Božji u nozdrvama mojim,
ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ρινί,
Neće usne moje govoriti bezakonja, niti će jezik moj izricati prijevare.
μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα
Ne dao Bog da pristanem da imate pravo; dokle dišem, neću otstupiti od svoje dobrote.
μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου.
Držaću se pravde svoje, niti ću je ostaviti; neće me prekoriti srce moje dokle sam živ.
δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.
Neprijatelj moj biće kao bezbožnik, i koji ustaje na me, kao bezakonik.
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.
Jer kako je nadanje licemjeru, kad se lakomi a Bog će iščupati dušu njegovu?
καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ Κύριον ἄρα σωθήσεται;
Hoće li Bog uslišiti viku njegovu kad na nj dođe nevolja?
ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
Hoće li se svemogućemu radovati? hoće li prizivati Boga u svako vrijeme?
μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ,
Učim vas ruci Božjoj, i kako je u svemogućega ne tajim.
ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ Παντοκράτορι, οὐ ψεύσομαι.
Eto, vi svi vidite, zašto dakle jednako govorite zaludne stvari?
ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
To je dio čovjeku bezbožnom od Boga, i našljedstvo koje primaju nasilnici od svemogućega.
αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπ᾿ αὐτούς.
Ako mu se množe sinovi, množe se za mač, i natražje njegovo neće se nasititi hljeba.
ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν·
Koji ostanu iza njega, na smrti će biti pogrebeni, i udovice njihove neće plakati.
οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει.
Ako nakupi srebra kao praha, i nabavi haljina kao blata,
ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
Što nabavi, obući će pravednik, i srebro će dijeliti bezazleni.
ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
Gradi sebi kuću kao moljac, i kao kolibu koju načini čuvar.
ἀπέβη δὲ οἱ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη.
Bogat će umrijeti a neće biti pribran; otvoriće oči a ničega neće biti.
πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε, καὶ οὐκ ἔστι.
Stignuće ga strahote kao vode; noću će ga odnijeti oluja.
συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος·
Uzeće ga vjetar istočni, i otići će; vihor će ga odnijeti s mjesta njegova.
ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
To će Bog pustiti na nj, i neće ga žaliti; on će jednako bježati od ruke njegove.
καὶ ἐπιρρίψει ἐπ᾿ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται.
Drugi će pljeskati rukama za njim, i zviždaće za njim s mjesta njegova.
κροτήσει ἐπ᾿ αὐτοὺς χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.