Stari zavet
Tada odgovori Gospod Jovu iz vihora i reče:
ΜΕΤΑ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν·
Ko je to što zamračuje savjet riječima nerazumno?
τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
Opaši se sada kao čovjek; ja ću te pitati, a ti mi kazuj.
ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
Gdje si ti bio kad ja osnivah zemlju? kaži, ako si razuman.
ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν.
Ko joj je odredio mjere? znaš li? ili ko je rastegao uže preko nje?
τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς;
Na čem su podnožja njezina uglavljena? ili ko joj je metnuo kamen ugaoni?
ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς;
Kad pjevahu zajedno zvijezde jutrnje i svi sinovi Božji klikovahu.
ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
Ili ko je zatvorio more vratima kad kao iz utrobe izide?
ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη.
Kad ga odjeh oblakom i povih tamom;
ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
Kad postavih za nj uredbu svoju i metnuh mu prijevornice i vrata;
ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
I rekoh: dovde ćeš dolaziti, a dalje nećeš, i tu će se ustavljati ponositi valovi tvoji.
εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
Jesi li svoga vijeka zapovjedio jutru, pokazao zori mjesto njezino,
ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν
Da se uhvati zemlji za krajeve, i da se rastjeraju s nje bezbožnici,
ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
Da se ona promijeni kao blato pečatno, a oni da stoje kao haljina,
ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπί γῆς;
Da se oduzme bezbožnicima svjetlost njihova i ruka podignuta da se slomi?
ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
Jesi li dolazio do dubina morskih? i po dnu propasti jesi li hodio?
ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
Jesu li ti se otvorila vrata smrtna, i vrata sjena smrtnoga jesi li vidio?
ἀνοίγονταί δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
Jesi li sagledao širinu zemaljsku? kaži, ako znaš sve to.
νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;
Koje je put k stanu svjetlosti? i gdje je mjesto tami,
ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
Da bi je uzeo i odveo do međe njezine, i znao staze k domu njezinu?
εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν;
Znaš ti; jer si se onda rodio, i broj je dana tvojih velik.
οἶδας ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
Jesi li ulazio u riznice šnježne? ili riznice gradne jesi li vidio,
ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
Koje čuvam za vrijeme nevolje, za dan boja i rata?
ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμων καὶ μάχης;
Kojim se putem dijeli svjetlost i ustoka se razilazi po zemlji?
πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν;
Ko je razdijelio jazove povodnju i put svjetlici gromovnoj?
τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ρύσιν, ὁδὸν δὲ κυδοιμῶν
Da bi išao dažd na zemlju gdje nema nikoga, i na pustinju gdje nema čovjeka,
τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
Da napoji pusta i nerodna mjesta, i učini da raste trava zelena.
τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
Ima li dažd oca? ili ko je rodio kaplje rosne?
τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου,
Iz čije je utrobe izašao led, i ko je rodio slanu nebesku,
ἐκ γαστρὸς δέ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
Da se vode skrivaju i postaju kao kamen i krajevi propasti srastaju?
ἣ καταβαίνει ὥσπερ ὕδωρ ρέον; πρόσωπον ἀσεβοῦς τίς ἔπληξε;
Možeš li svezati miline vlašićima? ili svezu štapima razdriješiti?
συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
Možeš li izvesti južne zvijezde na vrijeme? ili kola sa zvijezdama njihovijem hoćeš li voditi?
ἦ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ Ἓσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;
Znaš li red nebeski? možeš li ti uređivati vladu njegovu na zemlji?
ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
Možeš li dignuti glas svoj do oblaka da bi te mnoštvo vode pokrilo?
καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;
Možeš li pustiti munje da idu, i da ti reku: evo nas?
ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι· τί ἐστι;
Ko je metnuo čovjeku u srce mudrost? ili ko je dao duši razum?
τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;
Ko će izbrojiti oblake mudrošću, i mjehove nebeske ko će izliti,
τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;
Da se raskvašen prah zgusne i grude da se slijepe?
κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.