Stari zavet
Zovi; hoće li ti se ko odazvati? i komu ćeš se između svetijeh obratiti?
ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·
Doista bezumnoga ubija gnjev, i ludoga usmrćuje srdnja.
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος,
Ja vidjeh bezumnika gdje se ukorijenio; ali odmah prokleh stan njegov.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
Sinovi su njegovi daleko od spasenja i satiru se na vratima a nema ko da izbavi.
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
Ljetinu njegovu jede gladni i ispred trnja kupi je, i lupež ždere blago njihovo.
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς·
Jer muka ne izlazi iz praha niti nevolja iz zemlje niče.
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
Nego se čovjek rađa na nevolju, kao što iskre iz ugljevlja uzlijeću u vis.
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
Ali ja bih Boga tražio, i pred Boga bih iznio stvar svoju,
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι,
Koji čini stvari velike i neispitljive, divne, kojima nema broja;
τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
Koji spušta dažd na zemlju i šalje vodu na polja;
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν·
Koji podiže ponižene, i žalosne uzvišuje k spasenju;
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα·
Koji rasipa misli lukavijeh da ruke njihove ne svrše ništa;
διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
Koji hvata mudre u njihovu lukavstvu, i namjeru opakih obara;
ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
Danju nailaze na mrak, i u podne pipaju kao po noći.
ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
On izbavlja ubogoga od mača, od usta njihovijeh i od ruke silnoga.
ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
Tako ima nadanja siromahu, a zloća zatiskuje usta svoja.
εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
Gle, blago čovjeku koga Bog kara; i zato ne odbacuj karanja svemogućega.
μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου·
Jer on zadaje rane, i zavija; on udara, i ruke njegove iscjeljuju.
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Iz šest nevolja izbaviće te; ni u sedmoj neće te se zlo dotaći.
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
U gladi izbaviće te od smrti i u ratu od mača.
ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
Kad jezik šiba, bićeš sakriven, niti ćeš se bojati pustoši kad dođe.
ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
Smijaćeš se pustoši i gladi, niti ćeš se bojati zvijerja zemaljskoga.
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
Jer ćeš s kamenjem poljskim biti u vjeri, i zvijerje će poljsko biti u miru s tobom.
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.
I vidjećeš da je mir u šatoru tvom, kućićeš kuću svoju i nećeš se prevariti.
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
Vidjećeš kako će ti se umnožiti sjeme tvoje, i porod će tvoj biti kao trava na zemlji.
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
Star ćeš otići u grob kao što se žito snosi u stog u svoje vrijeme.
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα.
Eto, razgledasmo to, tako je; poslušaj i razumij.
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας.